Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος πανταχόθεν συναχθεῖσα καλῶς ἐκαθάρισε καὶ ἡ Ῥωμαίων δὲ ἐκκλησία μετ' εἰρήνης ἀπέλυσε, πῶς δυνάμεθα κατακρῖναι; ἢ τίς ἡμᾶς ἀποδέξεται, εἰ ὃν παρόντα ἠγαπήσαμεν καὶ εἴχομεν τῇ κοινωνίᾳ, τοῦτον ἐὰν ἀποστραφῶμεν ἀπόντα; οὐκ ἔστιν οὗτος ἐκκλησιαστικὸς κανὼν οὐδὲ τοιαύτην πώποτε παράδοσιν ἔσχομεν παρὰ τῶν πατέρων τῶν καὶ αὐτῶν παραλαβόντων παρὰ τοῦ μακα 36.2 ρίου καὶ μεγάλου ἀποστόλου Πέτρου. ἀλλ' εἴπερ ἄρα μέλει τῷ βασιλεῖ περὶ τῆς ἐκ κλησιαστικῆς εἰρήνης, εἰ κελεύει λυθῆναι τὰ παρ' ἡμῖν περὶ Ἀθανασίου γραφέντα, λυέσθω καὶ τὰ παρ' ἐκείνων κατ' αὐτοῦ γενόμενα, λυέσθω δὲ καὶ τὰ κατὰ πάντων καὶ γενέσθω λοιπὸν ἐκκλησιαστικὴ σύνοδος μακρὰν τοῦ παλατίου, ἐν ᾗ βασιλεὺς οὐ πάρεστιν, οὐ κόμης παραγίνεται, οὐ δικαστὴς ἀπειλεῖ, ἀλλὰ μόνον ὁ τοῦ θεοῦ φόβος ἀρκεῖ καὶ ἡ τῶν ἀποστόλων διάταξις, ἵν' οὕτως προηγουμένως ἡ μὲν ἐκκλησιαστικὴ πίστις σώζηται, καθὼς οἱ πατέρες ὥρισαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, οἱ δὲ τὰ Ἀρείου φρονοῦντες ἐκβάλλωνται καὶ ἡ αἵρεσις 36.3 αὐτῶν ἀναθεματισθῇ. καὶ τότε λοιπὸν κρίσεως γενομένης περὶ ὧν Ἀθανάσιος καὶ εἴ τις ἕτερος ἐγκαλεῖται καὶ περὶ ὧν ἐγκαλοῦνται καὶ αὐτοί, οἱ μὲν ὑπεύθυνοι ἐκβάλλωνται, οἱ δὲ καθαροὶ παρρησίαν ἔχωσιν. οὐ γὰρ οἷόν τε συνόδῳ συναριθμηθῆναι τοὺς περὶ πίστιν ἀσεβοῦντας οὐδὲ πρέπει προκρίνεσθαι πράγματος ἐξέτασιν τῆς περὶ πίστεως ἐξετάσεως. 36.4 χρὴ γὰρ πρῶτον πᾶσαν περὶ τῆς πίστεως διαφωνίαν ἐκκόπτεσθαι καὶ τότε τὴν περὶ τῶν πραγμάτων ἔρευναν ποιεῖσθαι. καὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ πρότερον ἐθε ράπευε τοὺς πάσχοντας, πρὶν ἂν δείξωσι καὶ εἴπωσιν ὁποίαν πίστιν εἶχον εἰς αὐτόν. 36.5 ταῦτα παρὰ τῶν πατέρων ἐμάθομεν, ταῦτα ἀπάγγειλον τῷ βασιλεῖ, ταῦτα γὰρ καὶ αὐτῷ συμφέρει καὶ τὴν ἐκκλησίαν οἰκοδομεῖ. μὴ ἀκουέσθω δὲ Οὐρσάκιος καὶ Οὐάλης, καὶ γὰρ καὶ ἐν τοῖς προτέροις μετενόησαν καὶ νῦν λέγοντες οὐκ εἰσὶ πιστοί». 37.1 Ὁ μὲν οὖν ἐπίσκοπος Λιβέριος τοιαῦτα, ὁ δὲ εὐνοῦχος λυπηθεὶς οὐ τοσοῦτον, ὅτι μὴ ὑπέγραψεν, ἀλλ' ὅτι τῆς αἱρέσεως ἐχθρὸν αὐτὸν εὗρεν, ἐπιλαθόμενός τε ὅτι πρὸς ἐπίσκο πον ἦν μεγάλως ἀπειλήσας ἐξήρχετο μετὰ τῶν δώρων. πράττει δέ τι παράνομον Χριστια νῶν μὲν ἀλλότριον, σπαδόντων δὲ τολμηρότερον. τὴν γὰρ παράβασιν τοῦ Σαοὺλ μιμησά μενος ἀπελθὼν εἰς τὸ μαρτύριον Πέτρου τοῦ ἀποστόλου τὰ δῶρα αὐτῷ ἀνέθηκεν. ἀλλὰ μαθὼν ὁ Λιβέριος πρὸς μὲν τὸν τηροῦντα τὸν τόπον καὶ μὴ κωλύσαντα μεγάλως ἠγανάκ τησεν, αὐτὰ δὲ ὡς ἄθυτον θυσίαν ἀπέρριψε, καὶ τοῦτο μᾶλλον εἰς ὀργὴν ἐκίνει τὸν θλαδίαν. 37.2 παροξύνει τοίνυν βασιλέα λέγων· «οὐκέτι περὶ τοῦ γράψαι Λιβέριόν ἐστιν ἡμῖν ἡ φροντίς, ἀλλ' ὅτι κατὰ τῆς αἱρέσεως οὕτω φρονεῖ, ὡς ἐξ ὀνόματος τοὺς Ἀρειανοὺς ἀναθεματίζειν». εἰς τοῦτο δὲ κινεῖ καὶ τοὺς ἑτέρους σπάδοντας, πολλοὶ δέ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν εὐνοῦχοι παρὰ Κωνσταντίῳ καὶ πάντα δύνανται παρ' αὐτῷ, χωρίς τε τούτων οὐδέν ἐστιν ἐκεῖ γε 37.3 νέσθαι. γράφει δὴ οὖν βασιλεὺς εἰς Ῥώμην, καὶ πάλιν παλατινοὶ καὶ νοτάριοι καὶ κόμητες ἀποστέλλονται καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα ἢ πλανήσαντες δόλῳ τὸν Λιβέριον ἐξαγάγωσιν ἀπὸ τῆς Ῥώμης καὶ πέμψωσιν εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἢ βίᾳ τοῦτον διώξωσι. 38.1 Τοιούτων δὴ ὄντων τῶν γραφέντων λοιπὸν κἀκεῖ φόβος καὶ ἐπιβουλὴ κατὰ πᾶσαν τὴν πόλιν ἤκμαζε. κατὰ πόσων γοῦν οἴκων ἀπειλὴ γέγονε; πόσοι πόσας ἐπαγγελίας εἰλήφασι κατὰ Λιβερίου; πόσοι ταῦτα βλέποντες ἐκρύβησαν ἐπίσκοποι; πόσοι τῶν ἐλευθέρων 38.2 ἀνεχώρησαν εἰς χωρία διὰ τὰς διαβολὰς τῶν χριστομάχων; πόσοις ἀσκηταῖς ἐπεβού λευσαν; πόσους ἐκεῖ διατρίβοντας καὶ λοιπὸν τὸ ἐφέστιον ἔχοντας ἐκεῖ διωχθῆναι πεποι ήκασι, ποσάκις καὶ ὅπως ἐφύλαξαν τὸν λιμένα καὶ τὰς εἰσόδους

14