Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως ἔχων περὶ τὰ τοιαῦτα. μισθοῦνται τοίνυν πόρνην δημοσίαν ἐν αὐταῖς ταῖς ἡμέραις τοῦ ἁγιωτάτου πάσχα καὶ γυμνώσαντες ταύτην ἐπαφιᾶσι νυκτὸς Εὐφράτῃ τῷ 20.4 ἐπισκόπῳ. καὶ ἡ μὲν πόρνη τὸ πρῶτον νομίσασα νεώτερον εἶναι τὸν καλέσαντα προθύμως ἠκολούθει, ὡς δὲ ῥιφεῖσα παρ' ἐκείνων εἶδε κοιμώμενον τὸν ἄνθρωπον καὶ μὴ εἰδότα τὸ γιγνόμενον, εἶτα ὡς κατενόησε καὶ εἶδε πρεσβύτου πρόσωπον καὶ ἐπισκόπου κατάστασιν, εὐθὺς ἀναβοήσασα τὴν βίαν ἐβόα. ἐκεῖνοί τε ἠξίουν σιωπᾶν καὶ κατα 20.5 ψεύδεσθαι τοῦ ἐπισκόπου. ἡμέρας τοίνυν γενομένης διατεθρύλητο τὸ πρᾶγμα καὶ πᾶσα ἡ πόλις συνέτρεχεν, οἵ τε ἀπὸ τοῦ παλατίου ἐκινοῦντο θαυμάζοντες τὸ θρυλού μενον καὶ ἀξιοῦντες μὴ σιωπηθῆναι τοῦτο. γέγονε τοίνυν κρίσις, καὶ ὁ μὲν ἑταιροτρόφος ἤλεγξε τοὺς ἐλθόντας ἐπὶ τὴν πόρνην, ἐκεῖνοι δὲ τὸν Στέφανον· ἦσαν γὰρ αὐτοῦ κληρικοί. ὁ μὲν οὖν Στέφανος καθαιρεῖται, καὶ γίγνεται ἀντ' αὐτοῦ Λεόντιος ὁ ἀπόκοπος, ἵνα μόνον μὴ λείπῃ τῇ ἀρειανῇ αἱρέσει προστάτης. 21.1 Ὁ δὲ βασιλεὺς Κωνστάντιος ὀλίγον τι κατανυγεὶς εἰς ἑαυτὸν ἦλθε λογισάμενός τε ἐξ ὧν ἔδρασαν τῷ Εὐφράτῃ ὅτι καὶ τὰ κατὰ τῶν ἄλλων ἐπιχειρήματα τοιαῦτά ἐστι, τοὺς μὲν ἐξορισθέντας ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν πρεσβυτέρους καὶ διακόνους εὐθὺς ἀπολυθῆναι κελεύει, γράφει δὲ εἰς Ἀλεξάνδρειαν φανερῶς μηκέτι διώκεσθαι 21.2 τοὺς μετὰ Ἀθανασίου κληρικούς τε καὶ λαικούς. εἶτα μετὰ μῆνάς που δέκα τελευτή σαντος Γρηγορίου μεταπέμπεται καὶ Ἀθανάσιον μετὰ πάσης τιμῆς, οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον γράψας αὐτῷ μὲν φιλικά, δι' ὧν θαρρεῖν καὶ ἐλθεῖν προέτρεπε. πέμπει τε πρεσβύτερον καὶ διάκονον, ἵν' ἔτι μᾶλλον θαρρῶν ἐπανέλθοι. ἐνόμιζε γὰρ 21.3 διὰ τὸν φόβον τῶν πρότερον γενομένων ὀλιγωρεῖν με περὶ τὴν ἐπάνοδον. γράφει δὲ καὶ τῷ ἀδελφῷ ἑαυτοῦ Κώνσταντι, ἵνα καὶ αὐτὸς ἐπανελθεῖν με προτρέψηται. διε βεβαιοῦτο γὰρ ἐνιαυτὸν ὅλον ἐκδέχεσθαι τὸν Ἀθανάσιον καὶ οὐκ ἄν ποτε ἐπιτρέψαι μὴ γενέσθαι τινὰ καινοτομίαν ἢ καὶ κατάστασιν φυλάττων Ἀθανασίῳ τῷ ἐπισκόπῳ τὰς ἐκκλησίας. 22.1 Οὕτω δὴ οὖν γράψαντος αὐτοῦ καὶ προτρεψαμένου διὰ πολλῶν (καὶ γὰρ καὶ τοὺς κόμητας αὐτοῦ πεποίηκε γράψαι, Πολέμιον, ∆ατιανόν, Βαρδίωνα, Θάλασσον, Ταῦρον καὶ Φλωρέντιον, οἷς καὶ μᾶλλον πιστεύειν ἦν), τὸ δὲ ὅλον δεδωκὼς τῷ θεῷ τῷ καὶ εἰς τοῦτο κατανύξαντι τὸν Κωνστάντιον ἦλθεν Ἀθανάσιος μετὰ τῶν σὺν αὐτῷ πρὸς αὐτόν, γνησίως τε αὐτὸν ἑώρακε καὶ ἀπέλυσεν εἰσελθεῖν εἰς τὴν πατρίδα καὶ τὰς ἐκκλησίας γράψας καὶ τοῖς κατὰ τόπον δικασταῖς, ἐπειδὴ πρότερον προστάξας ἦν φυ 22.2 λάττεσθαι τὰς διόδους, ἵνα ἀκώλυτον ἔχωσι τὴν πάροδον. εἶτα τοῦ ἐπισκόπου ἀποδυρομένου περὶ ὧν πέπονθε καὶ περὶ τῶν κατ' αὐτοῦ γραφέντων παρ' αὐτοῦ παρα τιθεμένου τε, μὴ πάλιν μετὰ τὴν ἀποδημίαν διαβολαὶ γένωνται παρὰ τῶν ἐχθρῶν, καὶ λέγοντος· «κάλει τούτους, εἰ βούλει, (ἔξεστι γὰρ ἑστάναι τούτους δι' ἡμᾶς) καὶ διε λέγχομεν αὐτούς», τοῦτο μὲν οὐ πεποίηκε, πάντα δέ, ὅσα πρότερον ἐκ διαβολῆς ἦν γραφέντα κατ' αὐτοῦ, ἀναιρεθῆναι ταῦτα καὶ ἀπαλειφῆναι κελεύει διαβεβαιωσάμενος· «μηκέτι τοῦ λοιποῦ διαβολῶν ἀνέχεσθαι, ἀλλ' εἶναι βεβαίαν καὶ ἀμετάβλητον τὴν προαί 22.3 ρεσιν». καὶ τοῦτο οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ὅρκοις ἐπεσφράγιζε τοὺς λόγους τὸν θεὸν ἐπὶ τούτοις καλῶν μάρτυρα. πολλοῖς γοῦν καὶ ἑτέροις λόγοις προτρεψάμενος αὐτὸν καὶ θαρρεῖν παρακελευσάμενος γράφει πρὸς τοὺς ἐπισκόπους καὶ τοὺς δικαστὰς ταῦτα· 23.1 Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ κληρικοῖς τῆς καθολικῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξεʹ λόγον καὶ ἔστιν ἐξ ὁλοκλήρου ὁμοία ταύτης.) 23.3 Ἑτέρα ἐπιστολή Κωνσταντίου πρὸς τὸν τῆς

8