Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τοῦτο· «ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου 80.3 αὐτῶν καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου». τοῦτο γὰρ πρὸς διδασκαλίαν ἀρκεῖ πᾶσιν, ἵν', εἰ μέν τις ἠπατήθη παρ' αὐτῶν ἐξελθὼν ὡς ἀπὸ Σοδόμων, μηκέτι πρὸς αὐ τοὺς ἐπιστρέψῃ, μήποτε πάθῃ τὰ τῆς γυναικὸς τοῦ Λώτ, εἰ δέ τις καθαρὸς ἐξ ἀρχῆς ἀπὸ τῆς ἀσεβοῦς ταύτης αἱρέσεως διέμεινεν, ἔχῃ τὸ καύχημα ἐν Χριστῷ λέγων· «οὐκ ἐξεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον» οὐδὲ «προσεκυνήσαμεν τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν» οὐδὲ «ἐλατρεύσαμεν τῇ κτίσει παρὰ σὲ τὸν κτίσαντα» τὰ πάντα θεὸν διὰ τοῦ σοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοὶ τῷ πατρὶ καὶ σὺν αὐτῷ τῷ λόγῳ ἐν πνεύματι ἁγίῳ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 80.4 (Ἀθανασίου ἐπισκόπου πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου, οὗτος ὁ λόγος διόλου κατὰ Κωνσταντίου συντέτακται τῷ πάπᾳ) 81.t ∆ιαμαρτυρία δευτέρα 81.1 Τάδε δημοσίᾳ διαμαρτύρεται διὰ τῶν ἑξῆς ὑπογραφόντων ὁ λαὸς τῆς ἐν Ἀλεξανδρείᾳ καθολικῆς ἐκκλησίας, ἥτις ἐστὶν ὑπὸ Ἀθανάσιον τὸν αἰδεσιμώτατον ἐπίσκοπον. 81.2 Ἤδη μὲν διεμαρτυράμεθα περὶ ἧς πεπόνθομεν νυκτερινῆς ἐφόδου ἡμεῖς τε καὶ τὸ κυ ριακόν, εἰ καὶ διαμαρτυρίας χρεία οὐκ ἦν, ἐφ' οἷς πᾶσα ἡ πόλις ἔγνωκέ τε καὶ γινώσκει. τά τε γὰρ εὑρεθέντα σώματα τῶν ἀναιρεθέντων δημοσίᾳ προετέθη καὶ τὰ ἐν τῷ κυριακῷ 81.3 ὅπλα τε καὶ τόξα κέκραγε τὴν παρανομίαν. ἐπειδὴ δὲ καὶ μετὰ τὴν διαμαρτυρίαν ὁ λαμπρότατος δοὺξ Συριανὸς βιάζεται πάντας συνθέσθαι αὐτῷ, ὡς οὔτε θορύβου γενομέ νου οὔτε τινὸς ἀποθανόντος, ἔλεγχος δὲ οὗτος οὐκ ὀλίγος μὴ γεγενῆσθαι ταῦτα κατὰ γνώ 81.4 μην τοῦ φιλανθρωποτάτου Αὐγούστου Κωνσταντίου. οὐκ ἂν γὰρ ἐφοβήθη ἐπὶ τοῖς οὕτω γενομένοις, εἰ ἐκ προστάξεως ταῦτα πεποιήκει. καὶ γὰρ καὶ ἀπελθόντας ἡμᾶς πρὸς αὐτὸν καὶ ἀξιοῦντας μηδενὶ βίαν ποιεῖν μηδὲ ἀρνεῖσθαι τὰ γενόμενα ἐκέλευσε Χριστιανοὺς ἡμᾶς ὄντας κατακοπῆναι ῥοπάλοις δεικνὺς καὶ ἐκ τούτων τὸν γενόμενον νυκτὸς πόλεμον 81.5 κατὰ τῆς ἐκκλησίας. διὰ τοῦτο καὶ νῦν ταῦτα διαμαρτυρόμεθα, ἤδη καὶ μελλόντων τινῶν ἐξ ἡμῶν ἀποδημεῖν παρὰ τὸν εὐσεβέστατον Αὔγουστον. ὁρκίζομεν δὲ κατὰ τοῦ παντοκράτορος θεοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου τόν τε ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς κουριώσους ἀνενεγκεῖν πάντα ἐπὶ τὴν εὐσέβειαν τοῦ Αὐγούστου καὶ τὴν ἐξουσίαν τῶν λαμπροτάτων ἐπάρχων. ὁρκίζομεν δὲ καὶ τοὺς ναυκλήρους πάντας κηρύξαι ταῦτα πανταχοῦ καὶ εἰς ἀκοὰς τοῦ εὐσεβεστάτου Αὐγούστου ἀνενεγκεῖν καὶ εἰς τοὺς ἐπάρχους καὶ εἰς τοὺς κατὰ τόπον δικαστάς, ἵνα γνω σθῇ ὁ γενόμενος πόλεμος κατὰ τῆς ἐκκλησίας, καὶ ὅτι ἐν καιροῖς τοῦ Αὐγούστου Κωνσταν 81.6 τίου ἐποίησε Συριανὸς γενέσθαι μάρτυρας παρθένους τε καὶ ἄλλους πολλούς. ἐπι φωσκούσης γὰρ τῇ πρὸ πέντε εἰδῶν Φευρουαρίων, τουτέστι τῆς ιδʹ τοῦ Μεχιρ μηνός, ἀγρυπνούντων ἡμῶν ἐν τῷ κυριακῷ καὶ ταῖς εὐχαῖς σχολαζόντων (σύναξις γὰρ ἔμελλε τῇ παρασκευῇ γίγνεσθαι), ἐξαίφνης περὶ τὸ μεσονύκτιον ἐπῆλθεν ἡμῖν τε καὶ τῇ ἐκκλησίᾳ ὁ λαμπρότατος δοὺξ Συριανὸς μετὰ πολλῶν λεγεώνων στρατιωτῶν ἐχόντων ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη καὶ ἄλλα πολεμικὰ σκεύη καὶ τὰς περικεφαλαίας ἐπὶ τῶν κεφαλῶν. καὶ ἀληθῶς εὐχομένων ἡμῶν καὶ ἀναγνώσεως γινομένης τὰς μὲν θύρας κατέαξαν, ὡς δὲ τῇ βίᾳ τοῦ πλήθους ἀνεῴγεισαν αἱ θύραι, ἐκέλευσε. καὶ οἱ μὲν ἐτόξευον, οἱ δὲ ἠλάλαζον 81.7 καὶ κτύπος ἐγίγνετο τῶν ὅπλων καὶ τὰ ξίφη ἀντέλαμπον τῷ ἐκ τῶν λύχνων φωτί. καὶ λοιπὸν τὰ ἐκ τούτων, παρθένοι ἀνῃροῦντο καὶ πολλοὶ κατεπατοῦντο καὶ συνέπιπτον ἀλλή λοις

33