Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακολουθεῖν αὐτοῖς τὰ ἐντάφια. ἀπέθανε 72.4 γοῦν εἷς ἐξ αὐτῶν, καὶ οὐδὲ τὸ σῶμα συνεχώρησαν ἀποφέρεσθαι τοῖς ἰδίοις. διὰ τοῦτο καὶ ∆ρακόντιον μὲν ἐπίσκοπον εἰς τὰ ἔρημα περὶ τὸ Κλύσμα ἐξώρισαν, Φίλωνα δὲ εἰς Βαβυλῶνα καὶ Ἀδέλφιον εἰς Ψίναβλα τῆς Θηβαίδος Ἱέρακά τε καὶ ∆ιόσκορον τοὺς πρεσβυτέρους εἰς Σοήνην ἐξώρισαν. καὶ Ἀμμώνιον μὲν καὶ Ἀγαθὸν καὶ Ἀγαθοδαίμονα καὶ Ἀπολλώνιον καὶ Εὐλόγιον καὶ Ἀπολλὼ καὶ Παφνούτιον καὶ Γάιον καὶ Φλάβιον, ἀρχαίους ἐπισκόπους, καὶ ∆ιόσκορον καὶ Ἀμμώνιον καὶ Ἡρακλείδην καὶ Ψάιν,72.5 πάλιν ἐπισκόπους, ἐφυγάδευσαν. καὶ τοὺς μὲν εἰς λειτουργίαν παραδεδώκασι, τοὺς δὲ ἐδίωξαν ἀναιρῆσαι θέλοντες ἄλλους τε πολλοὺς διήρπασαν. καὶ λαικοὺς μὲν μʹ καὶ παρθένους πρότερον παρὰ πῦρ στήσαντες αὐτὰς ἐξώρισαν. οὕτω κόψαντες πληγαῖς ταῖς ἀπὸ φοινίκων ῥάβδοις, ὡς μετὰ ἡμέρας πέντε τὰς μὲν αὐτῶν ἀποθανεῖν, τὰς δὲ χειρουργεῖσθαι διὰ τοὺς ἐμπαγέντας ἐν τοῖς μέλεσι σκόλοπας καὶ μείζονας θανάτου τὰς βασάνους ὑπομένειν· καὶ τό γε δεινότερον παντὶ μὲν ἰσχύοντι, οἰκεῖον δὲ τῶν ἀσεβῶν. ἐπειδὴ κοπτόμεναι τὸν Χριστὸν ἐπεκαλοῦντο, μειζόνως ἔτριζον κατ' αὐτῶν τοὺς ὀδόντας. 72.6 ἀμέλει οὐδὲ τὰ σώματα τῶν ἀπογιγνομένων ἀπεδίδουν τοῖς ἰδίοις εἰς ταφήν, ἀλλ' ἔκρυ πτον, ἵνα δόξωσι λανθάνειν τὴν ἀνδροφονίαν. ἀλλ' οὐκ ἔλαθον, πᾶσα γὰρ ἡ πόλις ἑώρακε καὶ πάντες ὡς δημίους, ὡς κακούργους καὶ λῃστὰς ἀπεστρέφοντο. καὶ γὰρ καὶ μοναστήρια κατέστρεψαν καὶ εἰς πῦρ ἐμβαλεῖν μοναχοὺς ἐπείρασαν καὶ διήρπασαν οἴκους καὶ παραθήκας τεθείσας παρὰ τοῦ ἐπισκόπου εἰς οἶκον ἐλευθέρων ἐπεισελθόντες ἥρπασαν καὶ ἀπεστέρησαν, τὰς χήρας κατὰ πελμάτων ἔκοπτον καὶ τὰς ἐλεημοσύνας ἐκώλυον. 73.1 Τοιαῦτα μὲν οὖν τὰ πονηρεύματα τῶν Ἀρειανῶν. οἷα δὲ αὐτῶν καὶ τὰ τῆς ἀθεό τητος ἐπιχειρήματα, τίς ἀκούσας οὐ φρίξειε; τοὺς μὲν γὰρ τηλικούτους γέροντας καὶ πολυετεῖς ἐπισκόπους ἐξορισθῆναι πεποιήκασιν, ἀντὶ δὲ τούτων νεωτέρους ἀσελγεῖς Ἕλληνας μήτε κατηχηθέντας, δόξαντες εὐθὺς περαίνειν, καὶ ἄλλους διγυναίους καὶ ἐπὶ μείζοσιν αἰτίαις ἐγκαλουμένους διὰ τὸν περὶ αὐτοὺς πλοῦτον καὶ τὴν ἐκ τῆς πολιτείας δυναστείαν, χρυσίον διδόντας, ὡς ἀπὸ πωλητηρίου ἀπέστελλον αὐτοὺς ὀνομάσαντες 73.2 ἐπισκόπους. καὶ λοιπὸν τοῖς λαοῖς δεινοτέρα ἐγίγνετο ἡ συμφορά. ἀποστρεφόμενοι γὰρ τοὺς μισθωτοὺς ἐκείνων καὶ ἀλλοτρίους ἑαυτῶν ἐμαστίζοντο, ἐδημεύοντο, εἰς τὰ δεσμωτήρια κατεκλείοντο παρὰ τοῦ στρατηλάτου. ἐποίει γὰρ τοῦτο προθύμως Μανι χαῖος ὤν, ἵνα τοὺς μὲν ἰδίους μὴ ἐπιζητῶσιν, οὓς δὲ ἀπεστρέφοντο δέχωνται ἀνθρώπους τοιαῦτα πράττοντας, οἷα καὶ πρὸ τούτου ἐν τοῖς εἰδώλοις ἔπαιζον. 74.1 Τίς οὖν ταῦτα βλέπων ἢ ἀκούων, τίς ὁρῶν τὴν ἀλαζονείαν τῶν ἀσεβῶν καὶ τοσαύτην ἀδικίαν, εἰ δίκαιός ἐστιν, οὐ στενάξειεν; «ἐν τόποις γὰρ ἀσεβῶν στένουσι δίκαιοι». τίς τούτων γιγνομένων καὶ τῆς ἀσεβείας τοσαύτην ἀναισχυντίαν λαβούσης ἔτι τολμᾷ λέγειν Κοστύλλιον Χριστιανὸν καὶ οὐ μᾶλλον ἀντιχρίστου τὴν εἰκόνα; τί γὰρ τῶν τούτου γνωρισμάτων παραλέλοιπεν; ἢ πῶς οὐ πανταχόθεν οὗτος ἐκεῖνος εἶναι νομισθή 74.2 σεται, κἀκεῖνος τοιοῦτος ἂν ὑπονοηθείη, οἷός ἐστιν οὗτος; οὐ τὰς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ ἐν τῷ Καισαρείῳ γινομένας θυσίας καὶ κατὰ Χριστοῦ βλασφημίας ὡς ἐξ ἐντολῆς αὐτοῦ πεποιήκασιν Ἀρειανοί τε καὶ Ἕλληνες; οὐχ ἡ ὅρασις τοῦ ∆ανιὴλ οὕτως σημαίνει τὸν ἀντίχριστον ὅτι «ποιήσει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἰσχύσει πρὸς αὐτοὺς» καὶ ὑπεροίσει ἐν κακοῖς πάντας τοὺς ἔμπροσθεν «καὶ τρεῖς βασιλεῖς ταπεινώσει καὶ λόγους 74.3 πρὸς τὸν ὕψιστον λαλήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιρὸν καὶ νόμον»; τίς οὖν ἄλλος πώποτε τοιαῦτα ἐπεχείρησε πρᾶξαι ἢ μόνος Κωνστάντιος; οὗτος γὰρ τοιοῦτός

29