Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς ἐπισκόπους, 74.4 εἰ καὶ πρὸς ὀλίγον ἐπὶ τῇ ἑαυτοῦ ἀπωλείᾳ ταύτην τὴν ἐξουσίαν ἔχει. καὶ γὰρ οὗτος τοὺς πρὸ αὐτοῦ νενίκηκεν ἐν κακίᾳ καινὸν ἐπινοήσας τρόπον τοῦ διωγμοῦ. καὶ τρεῖς βασιλεῖς Βρετανίωνα καὶ Μαγνέντιον καὶ Γάλλον καθελὼν εὐθὺς προέστη τῆς ἀσεβείας. 74.5 καὶ ὡς γίγας πρὸς τὸν ὕψιστον ἐτόλμησεν ἐπαρθῆναι τῇ ἀλαζονείᾳ. οὗτος ὑπενόησεν ἀλλοιῶσαι νόμον παραλύων τὴν μὲν τοῦ κυρίου διὰ τῶν ἀποστόλων διάταξιν, τὰ δὲ τῆς ἐκκλησίας ἀλλάττων ἔθη καὶ καινὸν αὐτὸς ἐπινοῶν τρόπον τῶν καταστάσεων. ἐξ ἄλλων γὰρ τόπων καὶ πρὸ πεντήκοντα μονῶν μετὰ στρατιωτῶν ἐπισκόπους ἀπο στέλλει πρὸς τοὺς μὴ θέλοντας λαούς, καὶ ἀντὶ γνώσεως τῆς πρὸς τοὺς λαοὺς ἐκεῖνοι φέρουσι τὰς ἀπειλὰς καὶ τὰ πρὸς τοὺς δικαστὰς γράμματα. οὕτω Γρηγόριον ἀπὸ Καπ παδοκίας ἔπεμψεν εἰς Ἀλεξάνδρειαν, καὶ εἰς μὲν τὸ Σίρμιον ἀπὸ Κυζίκου μετεπέμψατο 75.1 Γερμίνιον, ἀπὸ δὲ τῆς Λαοδικείας Κεκρόπιον εἰς τὴν Νικομήδειαν ἀπέστειλεν. καὶ Αὐξέντιον μέν τινα φιλοπράγμονα μᾶλλον ἢ Χριστιανὸν ἀπὸ Καππαδοκίας εἰς Μεδιό λανον μετεστείλατο, ἵν', ἐπειδὴ τὸν ἐπίσκοπον τὸν ἐκεῖ ∆ιονύσιον, ἄνθρωπον εὐλαβῆ, διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐξώρισε, τοῦτον ἐκεῖ κελεύσῃ εἶναι, ἄνθρωπον μήπω μηδὲ τὴν Ῥωμαικὴν εἰδότα γλῶτταν ἢ μόνον ἀσεβεῖν. νῦν δὲ πάλιν Γεώργιόν τινα Καππα δόκην ἄνθρωπον, ὑποδέκτην ἐν Κωνσταντινουπόλει ταμιακῶν γενόμενον καὶ σφετερι σάμενον πάντα καὶ δι' αὐτὸ τοῦτο φυγόντα, προσέταξεν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν 75.2 μετὰ στρατιωτικῆς φαντασίας καὶ τῆς τοῦ στρατηλάτου ἐξουσίας. εἶτα εὑρὼν Ἐπί κτητόν τινα νεόφυτον καὶ νεώτερον θρασὺν ἠγάπησεν ὁρῶν αὐτὸν ἕτοιμον εἰς κακίαν καὶ δι' αὐτοῦ οἷς ἐθέλει λοιπὸν ἐπισκόποις ἐπιβουλεύει· ἕτοιμος γὰρ ἐκεῖνός ἐστι πάντα ποιεῖν ἃ βούλεται βασιλεύς. τούτῳ γοῦν ὑπηρέτῃ χρώμενος καὶ ἐν τῇ Ῥώμῃ πεποίηκε 75.3 παράδοξον καὶ ἀληθῶς ὁμοίωμα τῆς ἀντιχρίστου κακονοίας. ἀντὶ γὰρ τῆς ἐκκλησίας τὸ παλάτιον παρασκευάσας καὶ ἀντὶ τῶν λαῶν τρεῖς που θλαδίας ἑαυτοῦ πεποίηκε παρεῖ ναι, καὶ λοιπὸν ἠνάγκασε τρεῖς κακοήθεις κατασκόπους (οὐ γὰρ ἄν τις ἐπισκόπους εἴποι) καταστῆσαι δῆθεν ἐπίσκοπον ἐν τῷ παλατίῳ Φήλικά τινα ἄξιον ἑαυτῶν. οἱ γὰρ λαοὶ πάντες εἰδότες τὴν παρανομίαν τῶν αἱρετικῶν οὔτε συνεχώρησαν αὐτοῖς εἰς τὰς ἐκκλησίας εἰσελθεῖν, ἀλλὰ μακρὰν ἀπ' αὐτῶν ἀνεχώρησαν. 76.1 Τί οὖν οὗτος τοῦ ἀντιχρίστου παραλέλοιπεν; ἢ τί πλέον ἐκεῖνος ἐλθὼν τούτου ποιήσειεν; ἢ πῶς ἐκεῖνος ἐλθὼν οὐχ εὑρήσει πρὸς ἀπάτην εὔκολον προετοιμασθεῖσαν αὐτῷ παρὰ τούτου τὴν ὁδόν; καὶ γὰρ πάλιν ἀντὶ τῶν ἐκκλησιῶν εἰς τὰ παλάτια πρὸς 76.2 ἑαυτὸν τὰς κρίσεις προκαλεῖται. καὶ τούτων μὲν αὐτὸς ἐξάρχει· τὸ δὲ θαυμαστόν, ὅτι, κἂν θεωρήσῃ τοὺς κατηγόρους ἀποροῦντας, αὐτὸς ἀναδέχεται τὴν κατηγορίαν, 76.3 ἵνα μηδὲ ἀπολογεῖσθαι λοιπὸν ἐξῇ τοῖς ἀδικουμένοις διὰ τὴν παρ' αὐτοῦ βίαν. καὶ τοῦτο πεποίηκεν ἐν τοῖς κατὰ Ἀθανασίου. τὴν γὰρ Παυλίνου καὶ Λουκιφέρου καὶ Εὐσεβίου καὶ ∆ιονυσίου τῶν ἐπισκόπων παρρησίαν βλέπων, καὶ ὡς ἐκ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος διήλεγχον τοὺς κατὰ τοῦ ἐπισκόπου λέγοντας καὶ συνεβούλευον μηκέτι χρῆναι πιστεύεσθαι τοὺς περὶ Οὐάλεντα μεταγνόντας ἐφ' οἷς λέγουσι νῦν, εὐθὺς ἀναστὰς εἶπεν· «ἐγὼ κατήγορός εἰμι νῦν Ἀθανασίου, δι' ἐμὲ πιστεύσατε οἷς ἐὰν 76.4 λέγωσιν οὗτοι». εἶτα ἐκείνων λεγόντων· «πῶς δύνασαι κατήγορος εἶναι μὴ παρόντος τοῦ κατηγορουμένου; εἰ γὰρ σὺ κατήγορος εἶ, ἀλλ' ἐκεῖνος μὴ παρὼν οὐ δύναται κρί νεσθαι. οὐ γὰρ Ῥωμαική ἐστιν ἡ κρίσις, ἵν' ὡς βασιλεὺς πιστευθῇς, ἀλλὰ περὶ ἐπισκόπου ἐστὶ τὸ κρίμα. καὶ δεῖ τὴν κρίσιν ἴσην εἶναι τῷ κατηγοροῦντι καὶ τῷ κρινομένῳ. πῶς δὲ καὶ κατηγορεῖς; συνεῖναι γὰρ οὐκ ἠδύνασο τῷ μακράν σου

30