Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφετο, καὶ ἦν ἀπειλή, ζημία χρημάτων, εἰ μὴ ἀναγκάζοι ἕκαστος τὸν τῆς ἰδίας πόλεως ἐπίσκοπον ὑπογράφειν. καὶ ὅλως πᾶς τόπος καὶ πᾶσα πόλις ἐπεπλήρωτο φόβου καὶ ταραχῆς τῶν μὲν ἐπισκόπων ἑλκομένων, τῶν δὲ δικαστῶν ὁρώντων τοὺς ὀδυρμοὺς καὶ στεναγμοὺς τῶν λαῶν. 32.1 Ταῦτα μὲν παρὰ τῶν ἀποσταλέντων παλατινῶν ἐπράττετο, οἱ δὲ θαυμαστοὶ θαρροῦντες αἷς ἔχουσι προστασίαις σπουδὴν τίθενται· καὶ οὕτω τῶν ἐπισκόπων τοὺς μὲν πρὸς βασιλέα καλοῦσι, τοὺς δὲ πάλιν διὰ γραμμάτων μεθοδεύουσι πλάττοντες κατ' αὐτῶν προφάσεις, ἵν' οἱ μὲν παρόντα Κωνστάντιον καταπτήξωσιν, οἱ δὲ τοὺς ἀπο σταλέντας καὶ τὰς ἀπειλὰς τῆς ἐκ προφάσεως συκοφαντίας φοβηθέντες μεταθῶνται τῆς 32.2 ἑαυτῶν ὀρθῆς καὶ εὐσεβοῦς μνήμης. οὕτω γοῦν ἐβιάσατο βασιλεὺς τὸ τοσοῦτον τῶν ἐπισκόπων πλῆθος, τὰ μὲν ἀπειλῶν, τὰ δὲ ἐπαγγελλόμενος, εἰπεῖν· «οὐκέτι κοινωνοῦμεν Ἀθανασίῳ». οἱ γὰρ ἐρχόμενοι πρὸς αὐτὸν οὐ πρότερον ἔβλεπον αὐτὸν οὔδ' ὅλως ἄνεσιν ἔχειν τινὰ ἢ προιέναι τῆς ἰδίας οἰκήσεως ἐπετρέποντο, πρὶν ἂν ὑπογράψωσιν ἢ ἀνα 32.3 νεύοντες ἐξορισθῶσιν. ἐποίει δὲ τοῦτο διὰ τὸ συνορᾶν ἀπὸ πάντων μισεῖσθαι τὴν αἵρεσιν, διὸ μάλιστα καὶ ἠνάγκασε τοὺς τοσούτους τοῖς ὀλίγοις συναριθμηθῆναι. καὶ ἐσπούδασεν ὄχλον ὀνομάτων συναγαγεῖν, πρὸς φθόνον μὲν κατὰ τοῦ ἐπισκόπου, φαν τασίας δὲ χάριν τῆς ἀρειανῆς ἀσεβείας, ἧς αὐτὸς προίσταται οἰόμενος ὅτι ὡς τοὺς ἀνθρώπους οὕτω καὶ τὴν ἀλήθειαν μεταστρέψαι δυνήσεται, οὐκ εἰδὼς οὐδὲ ἀναγνοὺς ὅτι οὐδὲ Σαδδουκαῖοι καὶ Ἡρωδιανοὶ προσλαβόμενοι τοὺς Φαρισαίους ἴσχυσαν ἐπι 32.4 κρύψαι τὴν ἀλήθειαν. μᾶλλον γὰρ καὶ οὕτως αὕτη μὲν καθημέραν λαμπρὰ δείκνυται, οὗτοι δὲ καὶ κράξαντες· «οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καὶ ἔχοντες τὴν Πιλάτου κρίσιν οὐδὲν ἧττόν εἰσιν ἔρημοι καὶ πάσης αἰσχύνης, προσδοκῶντες ὅσον οὐδέπω μένειν καὶ αὐτοὶ κατὰ «τὸν πέρδικα» γυμνοί, ὅταν ἴδωσι καὶ τὸν προστάτην ἑαυτῶν ἀπο θνήσκοντα. 33.1 Εἰ δὲ καὶ ἀπρεπὲς τὸ ὅλως ἐπὶ τούτοις φοβηθέντας τινὰς τῶν ἐπισκόπων μετα θέσθαι, ἀλλὰ μᾶλλον ἀπρεπέστερον καὶ οὐ θαρρούντων οἷς πεπιστεύκασι τὸ βιάζεσθαι 33.2 καὶ ἀναγκάζειν τοὺς μὴ βουλομένους. οὕτως ὁ μὲν διάβολος ἐπεὶ μηδὲν ἀληθὲς ἔχει «ἐν πελέκει καὶ λαξευτηρίῳ» ἐπιβαίνων κατεάσσει τὰς θύρας τῶν μὴ δεχομένων αὐτόν, ὁ δὲ σωτὴρ οὕτως ἐστὶ πρᾶος, ὡς διδάσκειν μὲν «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν» καὶ «ὁ θέλων εἶναί μου μαθητής», ἐρχόμενον δὲ πρὸς ἕκαστον μὴ βιάζεσθαι, ἀλλὰ μᾶλλον κρούειν τε καὶ λέγειν· «ἄνοιξόν μοι, ἀδελφή μου νύμφη», καὶ ἀνοιγόντων μὲν εἰσέρχεται, ὀκνούν 33.3 των δὲ καὶ μὴ θελόντων ἐκείνων ἀναχωρεῖ. οὐ γὰρ ξίφεσιν ἢ βέλεσιν οὐδὲ διὰ στρατιω τῶν ἡ ἀλήθεια καταγγέλλεται, ἀλλὰ πειθοῖ καὶ συμβουλίᾳ. ποία οὖν πειθώ, ἔνθα βασι λέως φόβος; ἢ ποία συμβουλία, ἐν ᾗ ὁ ἀντιλέγων τὸ τέλος ἐξορισμὸν ἔχει καὶ θάνατον; 33.4 καὶ ὁ μὲν ∆αυὶδ καίτοι βασιλεὺς ὢν καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρας ἔχων θέλοντάς τε τοὺς στρατιώτας ἀποκτεῖναι τὸν ἐχθρὸν οὐ τῇ ἐξουσίᾳ κεκώλυκεν, ἀλλ', ὡς ἡ γραφή φησιν, ἔπεισε ∆αυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι 33.5 τὸν Σαούλ. αὐτὸς δὲ τὸν λόγον οὐκ ἔχων μετ' ἐξουσίας πάντας βιάζεται, ἵνα δειχθῇ πᾶσιν ὅτι ἡ φρόνησις αὐτῶν οὐκ ἔστι κατὰ θεόν, ἀλλ' ἀνθρωπίνη, καὶ ὅτι οἱ τὰ Ἀρείου 33.6 φρονοῦντες «οὐκ ἔχουσιν ἀληθῶς βασιλέα εἰ μὴ Καίσαρα». δι' αὐτοῦ γὰρ πάντα μὲν ὅσαπερ βούλονται καὶ πράττουσιν οἱ χριστομάχοι, δόξαντες δὲ δι' αὐτοῦ πολλοῖς ἐπιβουλεύειν ἠγνόησαν πολλοὺς ποιήσαντες ὁμολογητὰς γενέσθαι, ἐξ ὧν εἰσιν οἱ νῦν λαμπρᾷ χρησάμενοι τῇ ὁμολογίᾳ ἄνδρες εὐλαβεῖς καὶ ἐπίσκοποι ἀγαθοί, Παυλῖνος ὁ ἀπὸ Τριβέρων τῆς μητροπόλεως τῶν Γαλλίων ἐπίσκοπος καὶ

12