Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς Ἰταλίας. τούτους γὰρ βασιλεὺς καλέσας ἐκέλευσε κατὰ Ἀθανασίου μὲν ὑπογράφειν, τοῖς δὲ αἱρετικοῖς κοινωνεῖν. εἶτα ἐκείνων θαυμαζόντων τὸ καινὸν ἐπιτήδευμα τοῦτο καὶ λεγόντων, μὴ εἶναι τοῦτον ἐκ κλησιαστικὸν κανόνα, εὐθὺς ἐκεῖνος· «ἀλλ' ὅπερ ἐγὼ βούλομαι, τοῦτο κανών», ἔλεγε· «νομιζέσθω· οὕτω γάρ μου λέγοντος ἀνέχονται οἱ τῆς Συρίας λεγόμενοι ἐπίσκοποι. ἢ τοίνυν πείσθητε ἢ καὶ ὑμεῖς ὑπερόριοι γενήσεσθε». 34.1 Ταῦτα ἀκούσαντες οἱ ἐπίσκοποι πάνυ γε θαυμάσαντες καὶ τὰς χεῖρας ἀνατείναντες πρὸς τὸν θεὸν πολλῇ τῇ κατ' αὐτοῦ παρρησίᾳ μετὰ λόγων ἐχρήσαντο διδάσκοντες, μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ τοῦ δεδωκότος θεοῦ, ὃν καὶ φοβεῖσθαι αὐτὸν ἠξίουν, μὴ ἐξαίφνης αὐτὴν ἀφέληται· ἠπείλουν τε τὴν ἡμέραν τῆς κρίσεως καὶ συνεβούλευον αὐτῷ, μὴ διαφθείρειν τὰ ἐκκλησιαστικὰ μηδὲ ἐγκαταμίσγειν τὴν ῥωμαικὴν ἀρχὴν τῇ τῆς ἐκκλησίας διαταγῇ μηδὲ τὴν ἀρειανὴν αἵρεσιν εἰσάγειν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. 34.2 ἀλλ' οὔτε ἤκουεν ἐκεῖνος οὔτε τι πλέον αὐτοὺς λέγειν ἐπέτρεπεν, ἀλλὰ καὶ μᾶλλον ἠπείλει καὶ ξίφος ἐγύμνου κατ' αὐτῶν καὶ ἀπάγεσθαι δέ τινας ἐξ αὐτῶν ἐκέλευσε· καὶ πάλιν 34.3 ὡς ὁ Φαραὼ μετεγίνωσκεν. ἐκτινάξαντες τοίνυν οἱ ἅγιοι τὸν κονιορτὸν καὶ πρὸς τὸν θεὸν ἀναβλέψαντες οὔτε ἀπειλὴν βασιλέως ἐφοβήθησαν οὔτε ξίφους γυμνουμένου προδεδώκασιν, ἀλλὰ καὶ τὸν ἐξορισμὸν ὡς λειτούργημα διακονίας ἐσχήκασι. διερχόμενοι γὰρ κατὰ τόπον καὶ κατὰ πόλιν, καίπερ ἐν δεσμοῖς ὄντες, εὐηγγελίζοντο τὴν μὲν εὐσεβῆ πίστιν κηρύττοντες, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀναθεματίζοντες καὶ τὴν μετάνοιαν Οὐρ 34.4 σακίου καὶ Οὐάλεντος στηλιτεύοντες. ἐγίγνετο δὲ τοῦτο πρὸς ἐναντίου τοῖς ἐπι βουλεύουσιν. ὅσῳ γὰρ πολὺ τὸ διάστημα τῆς ἐξοριστίας, τοσούτῳ μεῖζον τὸ κατ' αὐτῶν μῖσος ηὔξανε, καὶ κήρυγμα ἦν κατὰ τῆς ἀσεβείας αὐτῶν ἡ τούτων ἀποδημία. τίς γὰρ βλέπων τούτους διερχομένους οὐκ αὐτοὺς μὲν ὡς ὁμολογητὰς ὑπερεθαύμαζεν, ἐκείνους δὲ οὐκ ἀπεστρέφετο καὶ ἐβδελύττετο οὐκέτι μόνον ὡς ἀσεβεῖς, ἀλλὰ καὶ ὡς δημίους καὶ φονευτὰς καὶ πάντα μᾶλλον ἢ Χριστιανοὺς ὀνομάζων; 35.1 Βέλτιον μὲν οὖν ἦν κατὰ τὴν ἀρχὴν Κωνστάντιον μηδ' ὅλως τῆς αἱρέσεως ταύτης γενέσθαι ἢ γενόμενον μὴ τοσοῦτον ἐνδοῦναι τοῖς ἀσεβέσιν ἢ ἐνδόντα μέχρι τούτων στῆναι μετ' αὐτῶν, ἵνα κἂν ἕως τούτων ἔχωσι κοινὴν τὴν κρίσιν. ὡς δὲ ἔοικε, κατὰ τοὺς ἄφρονας δεσμοῖς τῆς ἀσεβείας ἑαυτοὺς περιπείροντες μείζονα καθ' ἑαυτῶν τὴν κρίσιν ἐπι 35.2 σπῶνται. καὶ γὰρ οὐδὲ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης κατὰ τὴν ἀρχὴν ἐφείσαντο, ἀλλὰ καὶ μέχρι τῶν ἐκεῖ τὴν μανίαν ἐξέτειναν, καὶ οὐχ ὅτι ἀποστολικός ἐστι θρόνος ᾐδέσθη σαν, οὔδ' ὅτι μητρόπολις ἡ Ῥώμη τῆς Ῥωμανίας ἐστὶν ηὐλαβήθησαν, οὔδ' ὅτι πρότερον 35.3 «ἀποστολικοὺς αὐτοὺς ἄνδρας» γράφοντες εἰρήκασιν ἐμνημόνευσαν. ἀλλὰ πάντα ὁμοῦ φύραντες πάντων ἀθρόως ἐπελάθοντο καὶ μόνης τῆς ὑπὲρ τῆς ἀσεβείας σπουδῆς ἐφρόντι σαν. ἐπειδὴ γὰρ ἑωράκασιν αὐτὸν ὀρθοδοξοῦντα καὶ μισοῦντα μὲν τὴν ἀρειανὴν αἵρεσιν, σπουδάζοντα δὲ πάντας πείθειν ἀποστρέφεσθαι καὶ ἀναχωρεῖν ἀπ' αὐτῆς, ἐλογίσαντο 35.4 οἱ δυσσεβεῖς ὅτι· «εἰ τὸν Λιβέριον πείσαιμεν, πάντων ταχέως κρατήσομεν». καὶ δια βάλλουσι βασιλεῖ· κἀκεῖνος ταχέως προσδοκήσας διὰ Λιβερίου πάντας ἕλκειν πρὸς ἑαυτὸν γράφει καὶ πέμπει σπάδοντα Εὐσέβιόν τινα καλούμενον μετὰ γραμμάτων καὶ δώρων, ἵνα τοῖς μὲν δώροις κολακεύσῃ, τοῖς δὲ γράμμασιν ἀπειλήσῃ. ἀπελθὼν τοίνυν ὁ σπάδων 35.5 εἰς τὴν Ῥώμην πρῶτον παρεκάλει τὸν Λιβέριον κατὰ Ἀθανασίου μὲν ὑπογράψαι, τοῖς δὲ Ἀρειανοῖς κοινωνῆσαι, λέγων· «τοῦτο βασιλεὺς βούλεται καὶ κελεύει σε ποιῆσαι». εἶτα ἐπιδεικνὺς τὰ δῶρα παρεκάλει καὶ χειρῶν ἥπτετο λέγων· «πείσθητι βασιλεῖ καὶ

13