1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

53

πρὸς δὲ τὴν ὑπόθεσιν τὸν νοῦν ὁδηγοῦσιν. Ὥσπερ οὖν τὸ ἀργύριον ἀκολουθίαν ἔχει τοῖς τρα πεζίταις δίδοσθαι εἰς πορισμόν (εἰσὶ γὰρ, ὡς ἐν Ἀλεξανδρείᾳ ἔγνων, οἱ ὑποδεχόμενοι καὶ τοῦτο ποιοῦντες)· οὕτως ἐπάναγκες τὸν ὑποδεξάμενον οἱανδήποτε χάριν μεταδιδόναι τῷ χρείαν ἔχοντι, ἢ ἐκεῖνο ποιεῖν, τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον ἐπὶ τοῦ λόγου· Ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Οὐ γὰρ μόνον ἐπὶ τοῦ λόγου τοῦτο γίνεσθαι πέφυκεν, 31.1253 ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος· ὅτι οἱ μὲν τὸ δύ νασθαι ἔχουσιν, οἱ δὲ τὴν ἐμπειρίαν τῆς οἰκονομίας ὑπεδέξαντο.

ΕΡΩΤΗΣΙΣ ΣΝΕʹ. Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας· «Ἆρον τὸ σὸν, καὶ ὕπαγε.» ΑΠΟΚΡΙΣΙΣ. Τάχα ὅπου καὶ οἱ ἐξ ἀριστερῶν σταθέντες ἀπελ θεῖν προσετάχθησαν, οἵτινες ἐπὶ ἀργίᾳ τῶν καλῶν ἐνεκλήθησαν. Πᾶς δὲ ὁ φθονῶν τῷ ἀδελφῷ χείρων ἐστὶ τοῦ ἀργοῦ, τῆς Γραφῆς ἔθος ἐχούσης πολλαχοῦ μετὰ τοῦ φόνου τάσσειν τὸν φθόνον.

ΕΡΩΤΗΣΙΣ ΣΝʹ. Τίς ἐστιν ὁ μισθὸς, ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. ΑΠΟΚΡΙΣΙΣ. Τάχα τὸ μὴ ἐγκληθῆναι ὑπὲρ ὧν ἐποίησέ τις κα λῶν κοινὸν πάντων τῶν ὑπακουόντων. Τὸ γὰρ στεφανωθῆναι ἴδιον τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνισαμένων, τὸν δρόμον τελεσάντων, τὴν πίστιν τηρησάντων, ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. ∆ύναται δὲ ὁ συμπεφωνημένος μισθὸς εἶναι καὶ τὰ ἑκατονταπλασίονα, ἅπερ ἐν τῷ νῦν καιρῷ ἀπολήψεσθαι ὁ Κύριος ἐπηγγείλατο τοὺς διὰ τὴν ἐντολὴν αὐτοῦ ἀφιέντας ὅ τι δήποτε τῶν παρόντων· ὥστε τὸ μὲν, Ἆρον τὸ σὸν, περὶ τούτου εἰρῆσθαι· ἐπειδὴ δὲ φθόνου πάθος ἐνόσησαν οἱ προ κεκμηκέναι δόξαντες πρὸς τοὺς τῶν ἴσων ἀπολαύ σαντας, μηκέτι κληρονομεῖν αὐτοὺς καὶ τὴν αἰώνιον ζωὴν, ἀλλὰ μόνα τὰ ἑκατονταπλασίονα νῦν ἀπο λαμβάνοντας, ἐν τῷ μέλλοντι κατακρίνεσθαι διὰ τὸν φθόνον, καὶ ἀκούειν τό· Ὕπαγε.

ΕΡΩΤΗΣΙΣ ΣΝΖʹ. Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέστῳ. ΑΠΟΚΡΙΣΙΣ. Οἱ χρησιμεύοντες μὲν τοῖς ἀξίοις τῆς βασιλείας τῶν οὐρανῶν, ὡς τὸ ἄχυρον τῷ σίτῳ, μὴ ἐν δια θέσει δὲ τῆς πρὸς Θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν πλησίον τοῦτο ποιοῦντες, εἴτε ἐν τοῖς πνευματικοῖς χαρίσμασιν, εἴτε ἐν ταῖς σωματικαῖς εὐεργεσίαις· καὶ οὕτως ἀτελεῖς ἑαυτοὺς ἀφιέντες.

ΕΡΩΤΗΣΙΣ ΣΝΗʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκό μενος, «Ὁ θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρῃσκείᾳ,» καὶ τὰ ἑξῆς. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐπιφερόμενον σαφηνίζειν οἶμαι τὴν ἐν τῷ τόπῳ 31.1256 ζητουμένην ὑπόθεσιν. Ἀφειδίαν γὰρ σώματος προϊὼν ὀνομάζει· οἷοί εἰσιν οἱ Μανιχαῖοι, καὶ εἴ τινες ὅμοιοι τούτοις.

ΕΡΩΤΗΣΙΣ ΣΝΘʹ. Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ διαπύρῳ προθυμίᾳ, καὶ ἀκορέστῳ ἐπιθυμίᾳ, καὶ ἀόκνῳ σπουδῇ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, κατὰ τὸ γεγραμμένον· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

ΕΡΩΤΗΣΙΣ ΣΞʹ. Τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, «Μὴ γί νεσθε ἄφρονες·» ποτὲ δὲ, «Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς·» εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ' ἑαυτῷ τὸν μὴ ἄφρονα; ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστον πρόσταγμα ἴδιον ἔχει ὅρον. Τῷ γὰρ, Μὴ γίνεσθε ἄφρονες, ἐπιφέρει· Ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ· καὶ τῷ, Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, τὸ, Φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ. Ὥστε ἄφρων μὲν ἔστιν ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Κυρίου· φρόνιμος δὲ παρ' ἑαυτῷ πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς ῥήμασι τοῦ Θεοῦ. Εἰ οὖν τις βούλεται μήτε ἄφρων εἶναι, μήτε φρόνιμος παρ' ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτὸν, καὶ ἐν φόβῳ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ