1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

61

σῶμά μου ἵνα καυθήσω μαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅπερ ἐπαιδεύθη ὁ Ἀπόστολος παρὰ τοῦ Κυρίου εἰπόντος περί τινων· Ποιοῦσι γὰρ πρὸς τὸ θεαθῆ ναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Τὸ γὰρ μὴ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, ἀλλὰ διὰ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον γινόμενον, οἷον ἂν ᾖ, οὐ θεοσεβείας ἔπαινον εὑρίσκει, ἀλλ' ἀνθρωπαρεσκείας, ἢ αὐταρεσκείας, ἢ φιλονει κίας, ἢ φθόνου, ἤ τινος τοιαύτης αἰτίας ἔχει τὸ κρῖμα. ∆ιὸ καὶ ἀδικίας ἔργον τὸ τοιοῦτον ὁ Κύριος 31.1281 ὀνομάζει, λέγων πρὸς τοὺς εἰπόντας τὸ, Ἐφάγομεν ἐνώπιόν σου, καὶ τὰ ἑξῆς· Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες ἐργάται ἀδικίας. Πῶς γὰρ οὐκ ἀδικίας ἐργάται οἱ ταῖς τοῦ Θεοῦ δωρεαῖς εἰς πραγματείαν τῶν ἰδίων ἡδονῶν καταχρώμενοι; Οἷον ἦσαν ἐκεῖνοι περὶ ὧν φησιν ὁ Ἀπόστολος· Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέ βειαν, καὶ πολλὰ τοιαῦτα. Ὧν ἁπάντων καθαρεύων ἀποδέδεικται ἡμῖν ὁ αὐτὸς Ἀπόστολος δι' ὧν φησιν· Οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες. ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν ὑμῖν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας· Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων.

ΕΡΩΤΗΣΙΣ ΣΠΓʹ. Εἰ ὁ ποιῶν τὸ θέλημά τινος κοινωνός ἐστιν ἐκεί νου. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πιστεύομεν τῷ Κυρίῳ λέγοντι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· οἴδαμεν, ὅτι οὐχὶ κοινωνὸς ἁπλῶς, ἀλλὰ κύριον ἑαυτοῦ καὶ πατέρα ἐπιγράφεται ἐκεῖνον, οὗ τὸ ἔργον ποιεῖ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Μαρ τυρεῖ δὲ τοῦτο σαφῶς καὶ ὁ Ἀπόστολος, λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρ τίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;

ΕΡΩΤΗΣΙΣ ΣΠ∆ʹ. Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν ἢ νό σον, εἰ ἀδιάκριτόν ἐστι παρ' ἑτέρων λαμ βάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μνημονεύων τοῦ Κυρίου εἰπόντος, Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλα χίστων, ἐμοὶ ἐποιήσατε, φροντίδα πολλὴν μετὰ σπουδῆς πλείονος καὶ ἐπιμελείας ποιεῖται ἄξιος εἶναι ἀδελφὸς τοῦ Κυρίου τετάχθαι. Ἐὰν οὖν τις τοιοῦτος ᾖ, μὴ διακρινέσθω λαμβάνων, ἀλλ' εὐχα ριστείτω. Παρὰ τίνων δὲ χρὴ λαμβάνειν, καὶ πότε, καὶ πῶς, ὁ τὴν κοινὴν φροντίδα ἐπιτεταγμένος δοκι μάζειν ὀφείλει· μνημονεύων τοῦ ∆αβὶδ εἰπόντος· Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· καὶ πάλιν· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 31.1284

ΕΡΩΤΗΣΙΣ ΣΠΕʹ. Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγμα τευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιερ γάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν συγχωρεῖ ὁ λόγος ἐν ἀδελφοῖς τὸ ἀγοράζειν παρ' ἀλλήλων καὶ πωλεῖν ἀλλήλοις, οὐκ ἔχω τι λέ γειν· κοινωνεῖν γὰρ ἀλλήλοις παιδευόμεθα πρὸς τὴν χρείαν, κατὰ τὸ γεγραμμένον· Τὸ ὑμῶν περίσ σευμα εἰς τὸ ἐκείνων ὑστέρημα, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· εἰ δὲ ἄρα συνεμπίπτει ποτὲ τοιαύτη ἀνάγκη, χρὴ τὸν ἀγοράζοντα μᾶλλον. ἀκριβεύεσθαι μὴ τῆς ἀξίας ἐλάττονα δῷ τιμὴν ἤπερ τὸν πωλοῦντα. Ἀμφότεροι δὲ μνημονευέτωσαν τοῦ εἰπόντος· Ζη μιοῦν ἄνδρα δίκαιον οὐ καλόν.

ΕΡΩΤΗΣΙΣ ΣΠʹ. Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθε νείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπάγειν. ΑΠΟΚΡΙΣΙΣ. Στοχάζεσθαι χρὴ ἑκάστου τόπου καὶ σκοποῦ τοῦ οἰκείου πρὸς τὸ κοινῇ συμφέρον εἰς δόξαν Θεοῦ.