1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

67

ὅτι καθόλου περὶ πάσης χρίσεως· λέγει τὸν ψαλμὸν εἰρῆσθαι πρὸ τοῦ ὅλως χρισθῆναι, καὶ εἰκότως γε· εἰ πρὸ τῆς προτέρας χρίσεως, φανερὸν ὅτι καὶ τῆς δευτέρας καὶ τῆς τρίτης. εἰ δὲ πρὸ τῆς δευτέρας, οὐ πάντως πρὸ τῆς πρώτης. εἰ πρὸ τῆς τρίτης, οὐκ ἐξ ἀνάγκης καὶ πρὸ τῆς πρώτης καὶ δευτέρας. φαίνεται δὲ ὁ ψαλμὸς μάλιστα πρὸ τῆς προτέρας χρίσεως εἰρῆσθαι, ὅ ἐστιν πρὸ πάσης χρίσεως. "πρὸ τοῦ χρισθῆναι" οὖν ἐστιν ὁ ψαλμός. 1 κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; εἰ θεὸς φωτίζει με καὶ σῴζει με, τίνα φοβοῦμαι; οὐδὲ ἄνθρωπον οὐδὲ πονηρὰν δύναμιν οὐδὲ αὐτὸν τὸν διάβολον. τὸ δὲ "τίς" ἐνταῦθα α ἀντὶ τοῦ "οὐδείς" ἐστιν· κεῖται γὰρ ἡ χρῆσις αὕτη συνεχῶς ἐν ταῖς γραφαῖς· "τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν"; ἀντὶ τοῦ "οὐδείς". "τίς ἐνκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ"; ἀντὶ τοῦ "οὐδείς", καὶ ἔτι· "ἰδού, κύριος βοηθεῖ μοι· τίς κακώσει με"; πολλῶν οὖν σημαινομένων διὰ τῆς λέξεως, ὡς ἐν ἄλλοις εἴρηται, νῦν τὸ "τίς" ἀντὶ τοῦ "οὐδεὶς" κεῖται. οὐ περὶ τῆς αἰσθητῆς οὖν ζωῆς καὶ αἰσθητοῦ τινος φωτισμοῦ ὁ λόγος ἐστίν· τῷ γὰρ θείῳ φωτὶ καταυγάζονται τὸν νοῦν καὶ τὴν ψυχήν. ἀεὶ συνέζευκται δὲ ἡ ζωὴ τῇ σωτηρίᾳ. ταὐτὸν δέ ἐστιν αἰώνιος ζωὴ καὶ σωτηρία αἰώνιος· "Ἰσραὴλ" γοῦν "σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". ὅτι δὲ συνέζευκται ἀεὶ τῷ φωτισμῷ ἡ ζωή, ἔστιν ἐκ πολλῶν ἰδεῖν· "ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων", καὶ πάλιν οὗτος ὁ ἅγιος εὔχεται· "φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον", σημαίνων, ὅτι ὁ στερόμενος τοῦ φωτισμοῦ τοῦ ἀληθινοῦ ὑπνοῖ εἰς θάνατον· θάνατον οὐ τὸν κοινόν, ἀλλὰ τὸν ἀντικείμενον τῇ μακαρίᾳ ζωῇ. "κύριος" οὖν "φωτισμός μου καὶ σωτήρ μου". αὐτὸς παι99 δεύει με, κατὰ τὸ κρυπτόν μοι λαλεῖ, φωτίζει με δι' ὧν ὁμιλεῖ, καὶ σωτηρίαν εὐθέως ἔχειν παρασκευάζει ὁ λόγος αὐτοῦ. ἐπεὶ εἶπον τὸν πεφωτισμένον πάντως ἔχειν ζωήν-λέγει γοῦν καὶ αὐτὸς ὁ σωτήρ· "ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς". ὁ τὸ φῶς τῆς ζωῆς ἔχων οὐδένα δεδίττεται, μάλιστα ὅτι αὐτὴ ἡ ἀλήθεια τοῦ θεοῦ ἀσπὶς γίνεται ὑπερμαχοῦσα αὐτοῦ· "ὅπλῳ" γὰρ "κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ". διὸ εὐθέως ἐπενήνεκται· "κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω"; 1 κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; τίς μοι δέος ἐνποιῆσαι δύναται; ἐνδεδυμένος εἰμὶ "τὴν θεοῦ πανοπλίαν", "τὸν θυρεὸν "ἔχω" τῆς πίστεως", τὰ σβέννυντα "πάντα τὰ τοῦ πονηροῦ βέλη πεπυρωμένα". εἰ δὲ τὰ τοῦ πονηροῦ βέλη σβέννυσιν ὁ θυρεὸς τῆς πίστεως, πολλῷ πλέον καὶ τὰ τῶν ὑποδεεστέρων τοξευτῶν· εἰσὶν γὰρ καὶ ἄλλοι φαῦλοι τοξευταί. ἀμέλει γοῦν "ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ". οὐδένα δεδίττομαι. ἄτρωτος καὶ ἄβλητός ἐστιν ἡ τοῦ θεοῦ πανοπλία. ἡ ἀσπὶς αὐτοῦ ἀλήθειά ἐστιν. οὐδεὶς δὲ κατὰ τῆς ἀληθείας οἷός τέ ἐστιν γενέσθαι· "οὐ γὰρ δυνάμεθα", φησίν, "κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας". πανοπλία ἐστὶν σφίνγουσα τὸν ὡπλισμένον καὶ ἀβλαβῆ διαφυλάττουσα. "κύριος" οὖν "ὑπερασπιστὴς τῆς ζωῆς μου". οὐ περὶ τῆς κοινῆς ζωῆς τοῦτο λέγει· πολλοὶ γὰρ τῶν θεῷ ἀνακειμένων καὶ τὴν πανοπλίαν αὐτοῦ ἐνδυσάμενοι τεθνήκασιν τὸν κοινὸν θάνατον, ἵνα μὴ εἴπω πάντες· ἀλλὰ καὶ βίαιον πολλοὶ παρέστησαν, ὧν ἐστιν Ναβουθὲμ καὶ ἀπόστολοι πολλοί. Ἰσαίας γοῦν ἐπρίσθη. 2 ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. οἱ προσέχοντες κακῶσαι τὴν ψυχὴν σάρκας ἐσθίουσιν. ἐὰν εὑρεθῇ τις ἔχων σάρκας, ἰσχυροὺς ἔχει τοὺς πολεμίους κατ' αὐτοῦ. τροφή ἐστιν αὐτοῦ ἡ σάρξ. σάρκα δέ, περὶ ἧς ὁ Παῦλος λέγει· "ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν", καί· "ἡμεῖς οὔκ ἐσμεν ἐν σαρκί". εἰ περὶ τῆς αἰςθητῆς σαρκὸς ἔλεγεν, ψευδὴς ἦν ὁ λόγος· πάντες γὰρ οἱ ἅγιοι ἐν σαρκὶ ὄντες θεῷ ἤρεσαν ἔτι τὴν σάρκα περικείμενοι, καὶ οὐ δύνανται εἰπεῖν· "οὔκ ἐσμεν ἐν