1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

82

ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν. δυνατὸν ἑσπέραν λαβεῖν τὸ τέλος τῆς σ̣κιᾶς, τὸ τέλος τοῦ γράμματος. ὅταν δὲ τέλους λαβόντος τοῦ γράμματος καὶ τῆς σκιᾶς ἐν αὐτοῖς τις θέλῃ εἶναι, κλαίει μᾶλλον οὐκέτι ὁρῶν τοῦ γράμματος τὸ ἱλαρόν, οὐκέτι τῆς γραφῆς θεωρῶν τὸ ἄνθος. ἀνατείλαντος δὲ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος καὶ φανείσης τῆς καινῆς διαθήκης ἀρχὴ ἡμέρας ἐστὶν φέρουσα ἀγαλλίασιν. λοιπὸν καὶ τὰ δημωδέστερα· ὅτε ἑςπέραν ἔλαβεν ἡ ἐκ περιτομῆς συναγωγὴ δύναντος αὐτῇ τοῦ ἡλίου τῆς δικαιοσύνης-"ἐκενώθη" γὰρ "τίκτουσα ἑπτά, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας". ἑπτὰ ἔτικτε· τότε εἰλήφει τὸ σάββατον, ἵνα κατ' αὐτὸ πνευματικῶς ἐπιτελῇ πάντα καὶ μήτηρ καλῶν νοημάτων καὶ ἔργων γίνηται, ἀλλ' ἐκενώθη· οὐκ ἐδέξατο τὸ πλήρωμα, ἀφ' οὗ λαβὼν ὁ Ἰωάννης ὁ σημαίνων τὸ γράμμα καὶ τὴν παλαιὰν γραφὴν λέγει· "ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν". διὰ τοῦτο ἀπεκάκησεν αὐτῆς ἡ ψυχὴ ἐπιδύναντος τοῦ ἡλίου "ἐτι μεσούσης τῆς ἡμέρας", ἔτι ἐνεστηκότος τούτου τοῦ αἰῶνος· λέγεται γὰρ καὶ αὐτὸς πολλάκις ἡμέρα. "καὶ εἰς τὸ πρωὶ" οὖν "ἀγαλλίωσις". 7 ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ἀμφίβολός ἐστιν ἡ λέξις. δύναται οὕτως ἀναγνωσθῆναι· "ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". ὅτε εὐθήνουν, εἶπον τοῦτο· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δύναται δὲ καὶ οὕτως· "ἐγὼ εἶπα Ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". ἀμφότεραι αἱ στιγμαὶ ἔχουσιν λόγον. ὅτε εὐθήνουν σπείρας εἰς δικαιοσύνην καὶ τρυγήσας γενήματα δικαιοσύνης, οὕτω διετέθην, ὅτι οὐκέτι σαλευθήσομαι εἰς τὸν αἰῶνα· εἰ γὰρ "ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ εἰς τὸν αἰῶνα μένει" καὶ "ἡ δικαιοσύνη" αὐτοῦ "ἀθάνατός ἐστιν", ἀγαγὼν τὰ γενήματα τῆς δικαιοσύνης καὶ εὐθηνούμενος εἶπον· εἶπον γὰρ οὕτω τῇ διαθέσει, ὡς εἰς τό· "οὐδεὶς λέγει Κύριον Ἰησοῦν", τῇ διαθέσει καὶ τῷ βίῳ. εὐθηνῶν καὶ ἀρετῆς γενήματα φέρων ὡμολόγησα τοῦτο, ὅτι ἀσάλευτος μένω εἰς τὸν αἰῶνα κατὰ τό· "ὁ πιστεύων καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα"· καί· "ἡ δικαιοσύνη τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". δυνατὸν δὲ καὶ οὕτως· ἄλλως στίξαι "ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου"· ὅτε εὐθήνουν καὶ ἐδόκουν διαναπαύεσθαι, εἶ135 πον· "οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". εἰ μὴ ταχέως δὲ βοήθεια γέγονεν, ἐκλονεῖτο, ὅτι ἐθάρσησεν ἑαυτῷ, μέγα πέποιθεν ἐπὶ τῇ καρποφορίᾳ. ἐὰν μὲν οὖν πρόσωπον ᾖ τοῦ σωτῆρος τὸ λέγον, τὸ πρότερον κρατείτω νόημα, ἐὰν δὲ τῶν λοιπῶν, ἀποδεχέσθω καὶ τοῦτο. 8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. ἤτοι εὐκτικῶς ἤτοι εὐχαριστητικῶς λέγει. ἴδωμεν, περὶ ποίου κάλλους λέγει. οὐ περὶ σωματικοῦ κάλλους λέγει, ἀλλὰ ψυχικοῦ καὶ τοῦ ἔσω ἀνθρώπου. τὸ κάλλος δὲ τοῦτο τὸ αἰσθητόν, τὸ ἐνφανταζόμενον τῷ προσώπῳ καὶ τῇ μορφῇ, ἐξ ἀναλογίας μελῶν ἔχει τὴν σύνστασιν, ἐὰν ἀνάλογα ᾐ῀̣ τὰ τοῦ ἀνθρώπου μέλη πρὸς ἑαυτὰ καὶ μὴ οὕτως εἶναι ὡς τὰ μὲν ὑπεραίρειν, τὰ δὲ εἴκειν· διαστρέφεται γὰρ το`̣ κάλλος. δεῖ κατάλληλον ὀφθαλμὸν ἔχειν τῇ ῥινὶ καὶ ταύτην τῷ στόματι· ἐὰν γὰρ ἀσύνμετρα̣ ᾐ῀̣ τὰ μέλη, κἂν αὐτὸ καθ' ἑαυτὸ δοκῇ ὡραῖον εἶναι, ἀλλ' οὐ ποιεῖ τῷ προσώπῳ κάλλος. τοῦτο γοῦν λέγει· ἐν τῷ θελήμ̣ατι τῷ σῷ ἀντακολουθοῦσιν τῶν ἀρετῶν αἱ ἰδικαί, ὥστε τὰς νοήσεις μου ἀναλογούσας̣ εἶναι ταῖς πράξεσιν. καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ὁ ἐπαινῶν τὴν νύμφην· "ὅλη καλή, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί". διὰ τοῦτο "ὅλη καλὴ εἶ", ὅτι οὐκ ἔνι μῶμος οὐδὲ παρὰ τὴν ἀναλογίαν ἔστιν τι ἐν σοὶ οὐδὲ αἶσχος. 9 πρὸς σέ, κύριε, κεκράξομαι καὶ πρὸς τὸν θεόν μου βοήσομαι. δύναται, ἵνα δημωδέστερον ἐξηγησώμεθα· πρὸς σέ, ὦ κύριε, ὡς ἀρχιερέα, ὡς ἰατρὸν κεκράξομαι, πρὸς δὲ τὸν θεόν μου βοήσομαι, οὐ διαιροῦντες τὸν πατέρα ἀπὸ τοῦ υἱοῦ. ὁ δὲ βοῶν πρὸς θεὸν πρὸς τὴν τριάδα βοᾷ· εἷς γὰρ θεὸς ἡ τριάς, οὐ τὸ ταὐτὸν τοῦ ἀριθμοῦ, εἴ γε δεῖ ἀριθμοὺς ἐκεῖ φάναι. 10 Τίς ὠφελία ἐν τῷ αἵματί