1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

48

τὸν θεὸν ἐνώπιον αὐτῶν, ἐμοὶ δὲ ὁ θεὸς βοηθεῖ, ὁ ἐπαναστρέφων τὰ κακὰ τοῖς τῆς κακίας εὑρεταῖς, καὶ διὰ τῆς ἀληθείας ἐξαφανίζων ἅπαν ὅσον ἐστὶν τῆς ἀληθείας ἐχθρὸν καὶ ἀλλόφυλον. Ἐγὼ δέ, φησίν, ἐν ᾧ ἐσώθην ὀνόματι, τούτῳ εὐχαριστήσω, ὅτι ἀγαθὸν ἡ εὐχαρι στία ἐφ' οἷς ἔξω τε τῶν θλίψεων ἐγενόμην καὶ τὸν ἀφανισμὸν τῶν ἐχθρῶν τοῖς ὀφθαλμοῖς κατενόησα. ἐπὶ τούτῳ γὰρ ὁ προφητικὸς ὀφθαλμὸς εὐφραίνεται, ὅταν μηκέτι μηδὲν ἐκ τοῦ ἐναντίου τῇ ἀρετῇ θεωρῆται· τῆς γὰρ κακίας ἐξαιρεθεί σης, ἥτις πρὸς τὴν ἀρετὴν εἰς ἐχθροῦ τάξιν ἀντικαθίσταται, οὐκέτι τὸ τῶν ἐχθρῶν ὑπολειφθήσεται ὄνομα· πῶς γάρ τις ἐχθρὸς ἔτι κληθήσεται, μηκέτι τῆς ἔχθρας ζώσης, ἣν ἀπέκτεινεν ἡ εἰρήνη, καθώς φησιν ὁ ἀπόστολος; Ὡς δ' ἂν ἀκολούθως ἐφαρμοσθείη τὰ ῥηθέντα νοήματα τοῖς ῥήμασι τῆς ψαλμῳδίας, αὐτὴν ἐπὶ λέξεως ἀνάγνωθι 5.142 τὴν ψαλμῳδίαν, τὴν ἐν τῷ πεντηκοστῷ τρίτῳ κατὰ τὸ ἀκόλουθον τεταγμένην, ὅτε τῶν Ζιφαίων ἤδη κρείττων γενόμενος καὶ ἐπιδὼν τὴν τῆς κακίας πανωλεθρίαν, πάλιν ἐν συνέσει τῆς ἄνωθεν καταστὰς συμμαχίας ὕμνον προσάγει τῷ θεῷ ἐπινίκιον. οὕτω γὰρ ὁ τῆς ἐπιγραφῆς περιέχει λόγος· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ ∆αβίδ. ὥσπερ δὲ κατὰ τοὺς σωματικοὺς ἀγῶνας, οὐ τοῖς αὐτοῖς ἀντιπάλοις οἱ ἀθληταὶ παραμένουσιν, ὧν ἂν ἐν νεότητι κατὰ τὴν παλαίστραν κρατή σωσιν, ἀλλ' αὐξηθείσης αὐτοῖς τῆς δυνάμεως πρὸς μείζονάς τε καὶ ἰσχυροτέρους ἀνταγωνιστὰς ἀποδύονται, κἂν ἐκείνων κρατήσωσιν, κατὰ τῶν ὑπερεχόντων κονίζονται, πάντοτε τῇ προσθήκῃ τῆς δυνάμεως καταλλήλως πρὸς τοὺς δυνατωτέ ρους τῶν ἀντιπάλων ἀγωνιζόμενοι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ διὰ τοσούτων <ἀγώνων> ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις ἐγγυμ νασθεὶς ἐπισημοτέρας τὰς νίκας ἑαυτῷ ποιεῖ, πρὸς τοὺς ἐπιση μοτέρους τε καὶ μείζονας τῶν ἀνταγωνιστῶν συμπλεκόμενος. καὶ διὰ τοῦτο προκαλεῖται τὴν ἀκοὴν τοῦ ἀγωνοθέτου λέγων Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ προσέχειν αὐτοῦ τῇ ἀθλήσει παρακαλεῖ, Πρόσχες μοι λέγων, καὶ εἰσάκουσόν μου. καὶ ὑποδείκνυσι διὰ τοῦ λόγου τῶν ἀγώνων τοὺς πόνους, λύπην καὶ ἀδολεσχίαν καὶ ταραχὴν καρδίας καὶ φωνὴν ἐχθροῦ καὶ θλῖψιν ἁμαρτωλοῦ διηγούμενος, οἷόν τινα κρατήματα παλαιστρικὰ γινόμενα παρὰ τῶν ἀνταγωνι ζομένων αὐτῷ τῷ ἀγωνοθέτῃ ἐπιδεικνύμενος. καὶ ἔτι πρὸς τούτοις καρδίας ταραχὴν καὶ δειλίαν θανάτου καὶ φόβον καὶ τρόμον καὶ ζόφον τὴν ζωὴν αὐτοῦ πᾶσαν διαλαβόντα, ὧν πάντων μίαν ἐπίνοιαν εὕρατο πρὸς τὸ κρεῖττόν τε καὶ 5.143 ἀνώτερον τῆς τοσαύτης συνοχῆς γενέσθαι, τὸ πτερωθῆναι αὐτὸν τοῖς τῆς περιστερᾶς ὠκυπτέροις καὶ μετάρσιον γενόμενον ἐκεῖ παῦσαι τὴν πτῆσιν ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τῶν κακῶν πάντων ἔρημος ὢν εὐθαλής ἐστιν τοῖς θειοτέροις. Αὐλισθεὶς γάρ, φησίν, ἐν τῇ ἐρήμῳ, ἀπὸ τῆς κάτω ὀλιγοψυ χίας καὶ ἀπὸ τῆς τῶν πειρασμῶν καταιγίδος ἐκεῖ προσδέξα σθαι τοῦ θεοῦ τὴν σωτηρίαν, ὅπου ἀφανίζεται ἡ κακία. ὁ γὰρ καταποντισμὸς τὸν ἀφανισμὸν ἑρμηνεύει· διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. βυθισμὸς οὖν ἁμαρτίας ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ τοῦ θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας τῶν ἐπὶ κακῷ συμφρονούντων. καὶ ὅσα ἐφεξῆς περιέχει ἡ τῆς ψαλμῳδίας ταύτης διάνοια, τὴν τῆς πόλεως ὑπογραφὴν τὴν ὑπὸ τῶν πονηρῶν ἐπιτηδευ μάτων συνῳκισμένην, πάντα πρὸς τὸ αὐτὸ βλέπει. λέγει γὰρ καὶ ἀπαριθμεῖται τοὺς κακοὺς τῆς πόλεως ταύτης οἰκή τορας, ἀνομίαν λέγων καὶ ἀντιλογίαν ἐν τῇ πόλει διὰ νυκτὸς περιπολούσας τὸ τεῖχος, καὶ πάλιν ἀνομίαν καὶ κόπον καὶ ἀδικίαν ἀναστρεφομένας ἐν τῷ μέσῳ τοῦ ἄστεως. δείκνυσι δὲ καὶ τὸν κακὸν δῆμον τὸν τὰς πλατείας αὐτῆς πληροῦντα, ὀνομάζων τόκον καὶ δόλον· καὶ τούτων τῶν εἰρημένων πάντων τὸ βαρύτατον τὴν ὑπόκρισιν εἶναι λέγει, ἣ τὸ ἰσόψυχόν τε καὶ ἀγαπητικὸν ὑποδυομένη σχῆμα κρύπτει τὸν δόλον τῷ χρηστῷ προκαλύμματι. διὰ τοῦτο ἀξίους τῶν τοιούτων ἐνοίκων ὁ δίκαιος κριτὴς τοὺς ἐποίκους ἐκπέμπει. βούλει μαθεῖν τὰ τῶν ἐποίκων ὀνόματα; Ἐλθέτω, φησίν,