1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

60

τὸ αἷμα, ἐν δὲ τοῖς κενοταφίοις τὸ ἧπαρ, οὐδὲ τὸ αἷμα λείπει τῷ γενομένῳ τῇ φύσει τῶν ἀνθρώπων ἀποτροπιασμῷ τοῦ θανάτου· τὸ δὲ γένος τοῦ ζῴου τούτου, οὗ τὸ ἧπαρ ἐλήφθη, ταῖς ἱλεωτικαῖς ὑπὲρ τῶν ἁμαρτιῶν θυσίαις ἀποτεταγμένον ἐστίν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γένους καὶ εἰς τὸ πάσχα παραλαμβάνε· καὶ ἀποπεμπτικὸν τῆς τοῦ λαοῦ ἁμαρτίας τὸ ζῷον τοῦτό φησι δεῖν ὁ Μωυσῆς ποιεῖσθαι, ὅτε εἰς διπλῆν ἐνέρ γειαν [τὸ ζῷον τοῦτο] μερίζεται. καὶ δύο προτεθέντων χιμάρων ἐκ διακληρώσεως, τὸ μὲν ἀνατίθεται τῷ θεῷ, τὸ δὲ τῇ 5.172 ἁμαρτίᾳ ἐκπέμπεται ἐπὶ τὴν ἔρημον. διὰ πάντα οὖν ταῦτα καὶ τὰ τοιαῦτα τούτου τοῦ ζῴου τὸ ἧπαρ εἰς τὴν τοῦ αἵματος ἔνδειξιν παρελήφθη, δι' οὗ τῶν ἐπιθανατίως νενοσηκότων ὁ ἀποτροπιασμὸς τοῦ θανάτου ἐγένετο διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ κυρίου ἡμῶν, ἣν σημαίνει τὸ κενοτάφιον. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τὸν ἐν τῇ ψαλμῳδίᾳ νοῦν διὰ βρα χέων ἐπιδραμεῖν ἔχοντα οὕτως· μερίζει τὸν λόγον ἡ προφη τεία. ὁ μὲν γὰρ ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν γίνεται ἐκ τοῦ κοινοῦ τῆς φύσεως προσαγόμενος· ὁ δὲ πρὸς ἡμᾶς ἐκ τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. τὰ μὲν οὖν ὑπὲρ ἡμῶν ἐστὶ ταῦτα· Ἐξελοῦ με, λέγων, ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με καὶ ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων, οἳ ἐθήρευσαν τὴν ψυχήν μου, καὶ ἐπέθεντο ἰσχυρῶς οὐδὲν παρ' ἡμῶν προπεπονθότες κακόν. οὐ γὰρ ἥμαρτόν τι κατ' ἐκείνων, οὐδέ ἐστιν ἀνομία τις παρ' ἡμῶν ἐπὶ βλάβῃ τῶν ἐχθρῶν ἐνεργηθεῖσα, ἐφ' ᾗ καὶ παροξύνονται. ἄνευ ἀνομίας ἦν ἡμῖν ὁ πρῶτος δρόμος. ἀλλ' ἰδοὺ τὰ πάντα, φησίν, οἷά ἐστι. ἴδε καὶ πρόσχες τοῦ ἐπισκέψασθαι. καὶ μὴ ἀναβάλῃ διὰ φιλανθρωπίας τὴν κατὰ τῶν πεπλημμεληκότων ἐκδίκησιν. Μὴ οἰκτειρήσῃς γάρ, φησίν, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. εἶτα μετάγει τὸν λόγον ἐπὶ τὸ ὑπερκείμενον πρόσω πον καί φησιν ὡς ἐκ προσώπου τοῦ τῆς εὐχῆς ἐπακούσαντος ὅτι οὗτοι οἱ ἐχθροὶ εἰς τὴν ἑσπέραν ἑαυτῶν ἐπιστρέψουσιν. ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι εἰς τὸ ἐξώτερον σκότος συνελασθή σονται. ἡ γὰρ ἑσπέρα σκότους γίνεται ἀρχή τε καὶ μήτηρ. Καὶ λιμώξουσιν ὡς κύων. οἷς γὰρ οὐκ ἔστι σωτηρίας ἐφόδιον, 5.173 ἐξ ἀνάγκης ἡ ἐκ τοῦ λιμοῦ τῶν ἀγαθῶν ἐπακολουθήσει ταλαιπωρία. οὕτως ἐλίμωξεν ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τῆς θείας δρόσου ἔρημος ὤν· καὶ διὰ τὸ ἀπαράσκευον τοῦ τοιούτου ἀγαθοῦ εἶναι τῇ φλογὶ κατεφλέγετο. ἀλλὰ καὶ Κυκλώσουσι πόλιν, φησίν. ὅπερ τοιοῦτόν μοί τινα νοῦν ὑποσημαίνειν δοκεῖ· ἐπειδὴ πᾶν τὸ ἀχρεῖόν τε καὶ ἀπόβλητον ὡς πρὸς τὴν τῶν ζώντων χρῆσιν ἔξω ῥίπτεται τῆς πόλεως εἴτε τι νεκρὸν καὶ διεφθορὸς εἴτε δυσώδης τις κόπρος, περὶ ἃ ὑπὸ τῆς τοῦ λιμοῦ ἀνάγκης οἱ κύνες ἐξευρίσκονται τῷ ῥύπῳ τῷ ἐκ τῆς πόλεως ἐκβαλλομένῳ ἐμβιοτεύοντες, διὰ τούτου τῶν ἐν ἀρετῇ καὶ κακίᾳ ζώντων τὴν διαφορὰν διδάσκων ὁ λόγος ἐν τῷ τῆς πόλεως διασημαίνει αἰνίγματι· πόλιν λέγων τὴν ὑπὸ τῆς ἀρετῆς συνῳκισμένην εὐπρεπῆ τε καὶ εὐδιάθετον πολιτείαν· τὰ δὲ ἔξω τῆς πόλεως τὴν ἐκ τοῦ ἐναντίου παραθεωρουμένην κακίαν δηλοῖ, ἐν ᾗ πᾶσα ἡ τοῦ ἀστειοτέρου βίου ἀποβολή, ἥ τις ἐστὶν δυσώδης ἁμαρτία, ἔκ τε τῆς σήψεως τῶν σωμάτων καὶ ἐκ τῆς ῥυπαρᾶς κόπρου συνισταμένη εὑρίσκεται. οὐκοῦν τῆς μὲν πόλεως οἰκήτωρ ἐστὶν τὸ μέγα καὶ τίμιον χρῆμα, ὁ ὄντως ἄνθρωπος καὶ τὸν ἐξ ἀρχῆς ἐπιβληθέντα χαρακτῆρα τῇ φύσει διὰ τοῦ βίου μεμορφωμένον ἔχων. ὁ δὲ περὶ τὰ ἔξω τῆς πόλεως ἀνα στρεφόμενος κύων ἐστὶν καὶ οὐκ ἄνθρωπος, ὥστε φανερὸν εἶναι παντὶ πῶς χρὴ διακρίνειν τοὺς κύνας ἀπὸ τῶν κατὰ φύσιν ἀνθρώπων, οὐκ ἐκ τοῦ σχήματος λέγω τῆς τοῦ σώματος διαπλάσεως, ἀλλ' ἐκ τῆς κατὰ τὸν βίον διαφορᾶς. ὁ γὰρ τῆς ἐναρέτου πόλεως ἔνοικος ἀληθῶς ἐστιν ἄνθρωπος· εἰ δέ τις περὶ τὴν δυσώδη ἀκολασίαν ἢ τὴν περιττωματικὴν πλεονεξίαν, ἣν κυρίως ἄν τις ὀνομάσειε κόπρον, ἢ περὶ τὰ ἄλλα τῆς κακίας εἴδη τὴν σπουδὴν ἔχοι, ἔξω τοῦ κύκλου τῆς πόλεως 5.174 ἐκείνης πλανώμενός τε καὶ περιέρπων βοᾷ καθ' ἑαυτοῦ τὸ κύων εἶναι, μεταπλασθείσης ἀπὸ τῆς εἰς τὸν θεὸν ὁμοιότητος ἐπὶ τὸ κυνῶδες τῆς φύσεως. νοεῖς