1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

ἀλγεῖν δεῖ· τὰ μὲν γὰρ ἁμαρτήματα ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ, τὰ δὲ τῶν κολάσεων καταλλάττει τε αὐτὸν ἡμῖν καὶ παρασκευάζει ἵλεων εἶναι καὶ ἐγγύς. Ὅτι δὲ οὔτε ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλὰ στεφάνων καὶ βραβείων ὑπόθεσις οὗτος ὁ ἱδρὼς καὶ ὁ πόνος, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ αἰσχρῶς καὶ ἀσώτως τὸν πρότερον βίον βιοὺς, οὕτως ἐπὶ τὴν τῶν μοναχῶν πολιτείαν μετέθηκας σεαυτὸν, ἦν μὲν οὐδὲ οὕτω ταύτην ὑποπτεῦσαι τὴν ὑποψίαν. Εἰ γὰρ διὰ τοῦτο ἐπάγει τὰς τιμωρίας ὁ Θεὸς, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, περιττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι. Τοσοῦτον γὰρ ἀπέχει τοῦ βούλεσθαι κολάζειν ἡμᾶς ὁ Θεὸς, ὡς καὶ πολλάκις τιμωρίας ἄξια πράττοντας, καὶ πολλῆς δεομένους ἐπιστροφῆς, δι' ἀπειλῆς μόνον καὶ ῥημάτων φοβερῶν σωφρονίζειν ἡμᾶς. Καὶ τοῦτο ἴδοις ἂν ἐπί τε τοῦ Ἰσραὴλ, ἐπί τε τῆς πόλεως τῶν Νινευϊτῶν. Οὐ γὰρ μόνον τὴν τιμωρίαν οὐκ ἐπήγαγε, τὴν μετάνοιαν ἐπιδειξαμένων ἐκείνων, ἀλλὰ καὶ τὴν ἀπειλὴν εὐθέως ἔλυσε. Πολλῷ γὰρ ἡμῶν αὐτῶν αὐτὸς βούλεται μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακὸν, καὶ οὐδεὶς οὕτως ἑαυτοῦ φείσαιτ' ἂν, ὡς πάντων ἡμῶν ὁ Θεός. Εἶτα ὁ τοὺς πολλάκις μὲν ἡμαρτηκότας ῥήμασι φοβῶν, οὐ κολάζων, μετανοήσαντας δὲ καὶ ταύτης ἀπαλλάττων τῆς ἀγωνίας, σὲ τὸν τοσαύτην ἐπιδειξάμενον εὐλάβειάν τε καὶ ἀρετὴν οὐ μόνον τῆς ἀπειλῆς οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων παρεδίδου κολάσει; καὶ πῶς ἄν τις τοῦτο πιστεύσειε; Πλὴν ἀλλ' εἰ μὲν διέφθαρτό σοι καὶ πονηρὸς, ὅπερ ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν· νῦν δὲ τοῦ μὲν παρόντος ἐλάττων ἐκεῖνος, κόσμιος δὲ καὶ αὐτὸς καὶ πολλῆς γέμων 47.494 σεμνότητος ἦν, ὥστε τοῦτο πάντοθεν ἡμῖν εἶναι φανερὸν, ὅτι στεφάνων καὶ μείζονος ὑποθέσεώς ἐστι ταυτὶ τὰ παλαίσματα. ∆εῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμοὺς, δεῖ δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος. Καὶ γὰρ ὁ μακάριος ∆αυῒδ, ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνὴρ, τούτοις ἐχρήσατο τοῖς φαρμάκοις συνεχῶς, καὶ οὕτω τὰς πολλὰς τῶν θλίψεων ἀπεκρούετο ὀδύνας, νῦν μὲν εὐχόμενος καὶ λέγων· Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· νῦν δὲ λογισμοὺς ἀνακινῶν εὐσεβεῖς· Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράττεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Καὶ πάλιν, ἀπὸ τῶν λογισμῶν τρεπόμενος ἐπὶ τὰς εὐχάς· Ἄνες μοι, φησὶν, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω· καὶ ἀπὸ τῶν εὐχῶν ἐπὶ τοὺς λογισμούς· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὕτω καὶ ὁ Ἰὼβ πρὸς μὲν τὴν γυναῖκα παραινοῦσαν τὰ σατανικὰ ῥήματα λογισμοῖς ἀπεμάχετο καὶ ἐπετίμα λέγων· Ἱνατί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν, οὕτως ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Πρὸς δὲ τὸν Θεὸν ἱκετηρίαις ἐκέχρητο. Καὶ ὁ μακάριος δὲ Παῦλος ἀμφοτέροις τούτοις ἐβοήθει τοῖς ἐν θλίψεσιν οὖσι καὶ πειρασμοῖς, νῦν μὲν λέγων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; νῦν δὲ εὐχόμενος, Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· καὶ πάλιν, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας. Οὐ γὰρ τοῦτο μόνον κερδανεῖς τὸ τὰ παρόντα γενναίως ἐνεγκεῖν, ἀλλ' ἐγγυμνασάμενος αὐτοῖς καλῶς, καὶ πρὸς ἅπαντα λοιπὸν ἀνάλωτος ἔσῃ τὰ τοῦ βίου λυπηρά.