1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

22

αὐτὸς αἴτιος ἔμελλες ἔσεσθαι τῶν τῷ πατρὶ συμβαινόντων ἀνιαρῶν, καλῶς ἂν ἐδεδοίκεις καὶ ἔτρεμες, τοσαύτης ἀπωλείας γενόμενος αἴτιος· εἰ δὲ αὐτὸς ἑαυτὸν περιπείρειν βούλεται τοῖς ἐσχάτοις κακοῖς, οὐδεὶς πρὸς σὲ τούτων λόγος, πλὴν ὅσον πατρὶ συναλγεῖν χρή. Χωρὶς δὲ τούτων οὐδὲ ἴσμεν, ὅπως οἴσει ταύτην τὴν ἀκοήν· πολλὰ γὰρ ἐναντία τοῖς προσδοκηθεῖσιν ἐξέβη πολλάκις· κἀκεῖνο μὲν τῶν παραδόξως καὶ σπανίως συμβαινόντων ἐστὶ, τοῦτο δὲ καὶ τῶν εἰκότων καὶ τῶν σφόδρα ἐνδεχομένων. Πόθεν δὴ τοῦτο δῆλον; Πολὺν τῶν νόθων ποιεῖται λόγον, καὶ τὸ πρὸς ἐκείνους φίλτρον ἱκανὸν ταύτην αὐτοῦ συσκιάσαι τὴν ἀθυμίαν. Μὴ δὴ μάτην ὀδύνα σαυτὸν ταῖς φροντίσιν. Εἰ δὲ καὶ ἀλγεῖν ὑπὲρ τοῦ πατρὸς χρὴ, ἐπὶ ταῖς ἀλόγοις δαπάναις, ἐπὶ τοῖς κώμοις, καὶ ἐπὶ τῷ τύφῳ, καὶ ἐπὶ τῇ τυραννίδι, ἐπὶ τῇ μοιχείᾳ τῇ νῦν. Ἢ μικρὸν οἴει κακὸν τὸ γυναικὸς ἔνδον οὔσης τῆς ὑμετέρας μητρὸς, ἑτέρᾳ προσφθείρεσθαι κόρῃ, καὶ παιδοποιεῖν ἐκ παρανόμων γάμων; Ταῦτα πένθους ἄξια, ταῦτα δακρύων, τὰ φανερὰ καὶ εἰς τέλος ἐκβάντα κακά· τὰ δὲ ἐπὶ σοὶ συμβησόμενα ἴσως μὲν ἔσται δεινὰ, ἴσως δὲ οὐ δεινὰ, πολλῆς δὲ ἀλογίας ὑπὲρ τῶν οὕτως ἀδήλων ὡμολογημένην ὑπομένειν ἤδη βάσανον. Θῶμεν δὲ αὐτὰ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαντήσεσθαι, ἀλλὰ τάχιστον ἕξει τέλος, καὶ πρὶν ἢ καλῶς ἐξαφθῆναι σβεσθήσεται. Ἄνθρωπος γὰρ τοσαύτῃ προσέχων τρυφῇ, καὶ πραγμάτων ἐπιμελούμενος πολλῶν, καὶ παρασίτους τρέφων καὶ κόλακας, καὶ οὕτω τῆς κόρης ἐκείνης περικαιόμενος, ἐξ ἧς ἔχει τοὺς ἐξ ἡμισείας ὑμῖν ἀδελφοὺς, κἂν λάβῃ τῶν σῶν αἴσθησιν, βραχεῖαν λήψεται καὶ οὐδενὸς ἀξίαν. Καὶ τοῦτο οὐχ οἷς εἶπον μόνον, ἀλλὰ καὶ τοῖς ἤδη γεγενημένοις στοχάζομαι· οἶσθα γὰρ, οἶσθα σαφῶς, ὅτι σφόδρα σε πρὸ τούτων φιλῶν, καὶ πάντα τὴν σὴν ἡγούμενος κεφαλὴν, ἐπειδὴ πρὸς τὸν τῶν μοναχῶν μετέστης βίον, πάντα τὸν πόθον ἐκεῖνον ἔσβεσε, καὶ τὸ πρᾶγμα αἰσχρὸν ἡγήσατο, καὶ τῆς τῶν προγόνων λαμπρότητος ἀνάξιον, καὶ τὴν αὐτοῦ δόξαν καταισχύνειν σε ἔλεγε· καὶ εἰ μὴ ἡ τῆς φύσεως αὐτὸν κατεῖχεν ἀνάγκη, τάχα ἄν σε καὶ ἀπεκήρυξεν. Ὥστε, εἰ μὴ σφόδρα ἀναίσθητον τὸ λεγόμενον, οἶμαι αὐτὸν καὶ ἡσθῆναι τῷ γεγονότι, ὡς δίκην σου δεδωκότος ὑπὲρ ὧν πολλάκις παρακαλοῦντος καὶ ἀπαγαγεῖν βουλομένου ταύτης τοῦ βίου τῆς καρτερίας, οὐδὲ μέχρι ῥημάτων ἠνέσχου τὴν συμβουλήν.

δʹ. Καὶ περὶ μὲν τοῦ πατρὸς καὶ τοῦ φόβου οὗ ὑπὲρ ἐκείνου δέδοικας, ταῦτα ἂν ἔχοιμι λέγειν, ἱκανά γε ὄντα, ὡς οἶμαι, πάντα τὸν ὑπὲρ τούτων σοι γενόμενον λῦσαι φόβον. Ἐπειδὴ δὲ ἔλεγες τὸ κεφάλαιον τῶν κακῶν εἶναι τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι πότερον ἔσται τις λύσις ποτὲ τούτων, ἢ καὶ μέχρι τελευ47.453 τῆς βουλήσεταί σοι πυκτεύειν ὁ τὸν ἀγῶνά σοι τοῦτον θεὶς, ἀκριβὲς μὲν οὐδὲν οὐδὲ αὐτὸς ὑπὲρ τούτων ἔχω λέγειν, οὐδὲ ἀποφαίνεσθαι ὑπὲρ τῶν μελλόντων, ἐκεῖνο μέντοι οἶδα σαφῶς, καὶ αὐτὸν δέ σε οὕτω πεπεῖσθαι ἀξιῶ, ὅτι ὁπότερον ἂν γένηται τούτων, συμφερόντως ἔσται καὶ πρὸς ἡμῶν· κἂν οὕτω δὲ διακείμενος ᾖς, ταχέως καὶ τὸν κολοφῶνα τούτων, ὡς λέγεις, ἀποκρούσῃ τῶν κακῶν. Πρὸς δὲ τούτῳ κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι ὁ μὲν τῶν ἐπάθλων καὶ τῶν στεφάνων καιρὸς ὁ μέλλων ἐστὶν αἰὼν, τῶν δὲ παλαισμάτων καὶ τῶν ἱδρώτων ὁ παρών. Καὶ τοῦτο ποιῆσαι δῆλον ἡμῖν βουλόμενος ὁ μακάριος Παῦλος ἔλεγεν· Οὕτω τρέχω ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων, ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ἐπειδὴ δὲ πρὸς τὴν τελευτὴν ἔφθασε, τηνικαῦτα τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἴ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσεσθαι ἀγαθῶν. Εἰ δὲ βούλοιτό τις ῥᾳθυμῶν καὶ τῶν ἐνταῦθα ἀπολαύειν ἡδέων, καὶ τῶν ἐκεῖ τοῖς πονοῦσιν ἀποκειμένων μισθῶν, ἑαυτὸν