1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

45

παραμυθίαν τὰ παιδία καὶ τὰς γυναῖκας· ἐπιστὰς δὲ ἄφνω ἤκουε μὲν ὅτι οὗτοι παρὰ τοῖς πολεμίοις δουλεύουσιν, ἐθεώρει δὲ πῦρ καὶ καπνὸν καὶ αἷμα καὶ νεκροὺς, καὶ πρὶν ἢ τούτους ἀλγῆσαι καὶ τὴν αἰχμαλωσίαν ὀδύρασθαι, θηρίων χαλεπώτερον ἐπέπεσον οἱ τὴν πόλιν οἰκοῦντες αὐτῷ, ἀπὸ τῆς ἐκείνου κεφαλῆς ἕκαστος τῶν οἰκείων κακῶν εὑρέσθαι παραμυθίαν ζητῶν. Καὶ καθάπερ ἐναντίων ἀνέμων εἰς τὴν θάλασσαν ἐμπεσόντων πολὺς καὶ ἄγριος ἀπὸ τῆς μάχης ἐκείνης γίνεται ὁ χειμών· οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχὴν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων συνεχῶς. ∆υνηθεὶς δὲ ταῦτα διαδῦναι τὰ κακὰ, καὶ τὰς γυναῖκας ἀπολαβεῖν, καὶ τὴν αἰχμαλωσίαν ἅπασαν, πρὶν ἢ πάλιν αἰσθέσθαι τῆς νίκης ἐκείνης, πλήττεται ἀγγελίᾳ πικρᾷ, τῇ περὶ τοῦ Ἰωνάθαν σφαγῇ, ἣ τὴν ψυχὴν οὕτω κατέβαλε τὴν ἐκείνου, ὡς ἔστιν ἐκ τῶν θρήνων μαθεῖν· Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Καὶ τί λέγω τῶν θρήνων; Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύσας, τί ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, 47.482 καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτὸν, τοῦτον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κείνων ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών;

ηʹ. Ἀκμάζοντος δὴ τούτου τοῦ πάθους, ἑτέρᾳ περιβάλλει πάλιν αὐτὸν ὁ στρατηγὸς ἀθυμίᾳ τὸν ἀπονητὶ καὶ μετὰ πάσης εὐκολίας πᾶσαν αὐτῷ παραδοῦναι τὴν στρατιὰν ἐπαγγειλάμενον, τοῦτον προαναρπάσας τῆς ὑποσχέσεως, καὶ δόλῳ διαχρησάμενος. Τοσοῦτον γὰρ ἤλγησεν ἐκείνῃ τῇ σφαγῇ, ὡς καὶ τότε καταράσασθαι τὸν Ἰωὰβ, καὶ παρ' αὐτὸν τῆς τελευτῆς τὸν καιρὸν ἐπισκῆψαι τῷ ἑαυτοῦ παιδὶ δίκην ταύτην εἰσπράξασθαι τῆς μιαιφονίας αὐτόν. Καὶ τὰ ῥήματα δὲ, ἅπερ αὐτὸν ἀνακαλῶν ἐθρήνησεν, ἱκανὰ τὸ πάθος ἡμῖν παραστῆσαι τῆς ψυχῆς· Ἐπῆρε γὰρ, φησὶν, ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν ἐπὶ τῷ τάφῳ Ἀβεννὴρ, καὶ εἶπεν· Εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννὴρ, αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις, οὐδὲ προσήγαγες ὡς Νάβαλ· ἐνώπιον υἱοῦ ἀδικίας ἔπεσες. Τί δὲ μετὰ τοῦτο; ∆ολοφονεῖται μὲν ὁ Μεμφιβοσθὲ, καὶ τῇ διὰ τοῦτον αὐτῷ γενομένῃ λύπῃ καὶ γὰρ ἐπὶ τούτῳ πάλιν ἤλγησεν, ὡς καὶ ἀνελεῖν τοὺς φονεύσαντας ἡ τῶν χωλῶν καὶ κυλλῶν ἀντίστασις προστεθεῖσα σφόδρα αὐτὸν διετάραξε. Κρατήσας δὲ καὶ τούτων καὶ ἑτέρων πολεμίων, ἀνάγει μὲν τὴν κιβωτὸν μετὰ πολλῆς τῆς εὐφροσύνης· ἔτι δὲ αὐτῆς ἀναγομένης, καὶ πάντων χαιρόντων, ἐν μέσῳ τῆς εὐθυμίας πρᾶγμα συμβὰν πάντων ἠμαύρωσε τὴν ἡδονὴν, καὶ ἀθυμίᾳ καὶ φόβῳ πολλῷ τὴν τοῦ βασιλέως ἔβαλε ψυχήν. Τὸν γὰρ Ὀζᾶν βουληθέντα περιτρεπομένην ὀρθῶσαι τὴν κιβωτὸν, παραχρῆμα ἐπάταξε καὶ νεκρὸν ἔθηκεν ἡ τοῦ Θεοῦ ὀργὴ, καὶ οὕτως ἐπὶ πολὺ κατέσεισε τοῦ ∆αυῒδ τὴν ψυχὴν οὗτος ὁ φόβος, ὡς μὴ πρότερον τολμῆσαι πρὸς ἑαυτὸν ἀνενεγκεῖν τὴν κιβωτὸν, πρὶν ἢ μαθεῖν ὅπως χρήσαιτο τῷ τότε αὐτὴν ὑποδεξαμένῳ Ἀβεδδαρᾶ. Μετὰ δὲ ταῦτα τελευτήσαντος τοῦ Ἀμμανιτῶν βασιλέως, πρᾶγμα ἀνδρὸς χρηστοῦ καὶ φιλανθρώπου ποιῶν, ἔπεμψε παραμυθησόμενος τὸν υἱὸν τὸν ἐκείνου, καὶ πείθων πράως ἐνεγκεῖν τὴν τοῦ πατρὸς τελευτήν· ὁ δὲ ἀντὶ τῆς τιμῆς ταύτης ὑβρίσας τοὺς ἀπελθόντας αἰσχρῶς, οὕτως ἀπέπεμψε τῷ βασιλεῖ. Ἆρά σοι μικρὸν εἶναι τοῦτο δοκεῖ πρὸς τὸ πλῆξαι ψυχὴν καὶ καταβαλεῖν; ἆρ' οὐχ ὁ πόλεμος ἐκεῖνος τοῦτο δείκνυσιν, ὁ μηδαμόθεν ἑτέρωθεν τὴν ὑπόθεσιν ἐσχηκὼς, καὶ πρὸς τοσαύτην σφοδρότητα ἐκταθεὶς, ὡς μυρίοις αὐτὸν περιβαλεῖν κακοῖς; Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, κἂν μυρίας τις αὐτοῖς ἀναμιγνύῃ τὰς ἡδονὰς, εἰς τὸν τῶν ὀδυνηρῶν βίον καταλέξαι τὴν ἐκείνου ζωήν· νῦν δὲ τοιαῦτα τὸ μετὰ ταῦτά ἐστιν, ὡς μηδὲ ἦρχθαι τῶν ἀληθῶς λυπηρῶν. Πάντα γὰρ μῦθον καὶ πᾶσαν τραγῳδίαν ἐνίκησε