1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

24

νόμῳ Μωσέως οἱ τὰ μέγιστα ἠδικηκότες καὶ συγγνώμης μείζονα, ταύτην ὑπεῖχον τὴν κόλασιν. Καὶ παρὰ τοῖς ἔξωθεν νομοθέταις ἔτι καὶ νῦν οὐδαμῶς ἑτέρως κολάζονται πάντες, ὅσοιπερ ἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλῶσι κακοῖς· ἀλλ' ὅμως τὰ αὐτὰ τοῖς παρανόμοις ὁ δίκαιος ἔπασχε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερα, ὅσῳ καὶ παρὰ ἀδελφικῆς δεξιᾶς ἐδέχετο τὴν πληγήν. Τί δὲ ὁ Νῶε; Καὶ γὰρ καὶ οὗτος δίκαιος καὶ τέλειος ἦν, καὶ πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, πάντων τῶν ἄλλων προσκεκρουκότων αὐτῷ. Μυρίας μὲν οὖν θλίψεις ὑπέμεινε πολλὰς καὶ κακάς. Οὐ γὰρ ἀπέθανεν οὗτος εὐθέως καθάπερ ἐκεῖνος, οὐδὲ ἔπαθε τοῦτο, ὃ κοῦφον εἶναί σοι φαίνεται, ἀλλὰ μακρᾶς ἠνείχετο ζωῆς, ἐν τοῖς τοσούτοις ἔτεσι τῶν ἀχθοφορούντων καὶ βαρυτάτῳ φορτίῳ πιεζομένων διαπαντὸς οὐδὲν ἄμεινον διακείμενος. Καὶ τοῦτο αὐτίκα μάλα ποιήσω σοι φανερὸν, πρότερον ἐκεῖνο εἰπών. Ἐνιαυτὸν ὅλον οὗτος δεσμωτήριον ᾤκησε, δεσμωτήριον ξένον καὶ φοβερόν. Ἵνα γὰρ τὸ πλῆθος ἀφῶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον συνέζησε χρόνον εἰς τοιαύ47.455 την ἀπειλημμένος στενοχωρίαν, τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν, ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσος ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ὁ δὲ ἔνδον ἐκάθητο μόνος μετὰ τῶν υἱῶν. Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν, καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη; Ἱκανὸν μὲν οὖν ἐκπλῆξαι ψυχὴν καὶ τὸ πόλιν μίαν ἢ καὶ οἰκίαν μόνην ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασι, τὸ δὲ τὴν οἰκουμένην πᾶσαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς ἂν διέθηκε τὸν ἐν μέσῳ τῷ κλυδωνίῳ περιφερόμενον. Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει. Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ, καὶ τῆς κιβωτοῦ προκύψαντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων. τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ, καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ καταχωσθέντα ταφῇ. Εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες ἦσαν, ἀλλ' ὅμως ἄνθρωπος ἦν ὁ Νῶε, καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ δίκαιος ὢν, καὶ τοὺς Ἰσραηλίτας μάλιστα πάντων πονηροτάτους εἰδὼς, ὅτε κατασφαττομένους εἶδε καὶ καταπίπτοντας, τοῦτο τὸ κοινὸν ἔπαθε καὶ ἐδάκρυσε· καίτοι διὰ τοῦτο προλαβὼν ὁ Θεὸς ἅπασαν αὐτῷ τὴν ἀσέβειαν αὐτῶν ἐξεκάλυψε, καὶ αὐτοῖς ὀφθαλμοῖς αὐτὴν ἐποπτεῦσαι παρεσκεύασεν, ἵν' ὅταν αὐτοὺς κολαζομένους ἴδῃ, γενναίως ἐνέγκῃ τὴν συμφοράν. Ἀλλ' ὅμως καὶ τοσαύτης παραμυθίας προπαρασκευασθείσης αὐτῷ, καὶ οὕτως ἠλέγχετο, καὶ πεσὼν ἐβόα λέγων· Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Οὐχ ἅπαξ δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ πάλιν ὅτε τὸν Ἰεχονίαν εἶδεν ἀναιρούμενον. Ὥστε καὶ ὁ Νῶε εἰ καὶ μυρία αὐτοῖς συνῄδει κακὰ, οὐκ ἦν οὔτε τούτου, οὔτε τοῦ Μωσέως ἀνδρειότερος. Καὶ γὰρ καὶ ἐκεῖνος τὰ αὐτὰ τῷ προφήτῃ πολλάκις ἔπαθε, καὶ ἁμαρτάνοντας ὁρῶν, ὅτε τιμωρεῖσθαι ἔδει, ἤλγει, καὶ μᾶλλον ὠδυνᾶτο τῶν κολαζομένων αὐτῶν. Ἐπὶ δὲ τοῦ Νῶε καὶ ἡ συμφορὰ χαλεπωτέρα ἦν· μόνος γὰρ ἐκεῖνος τοιοῦτος ἐγένετο θάνατος. Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης. Ὅσῳ γὰρ τῶν ὑπὸ τῶν ἐχθρῶν τὰ παρὰ τῶν φίλων ὀνείδη βαρύτερα, τοσούτῳ τούτων αὐτῶν τὰ παρὰ τῶν παίδων