1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

23

παρακρούεται καὶ ἀπατᾷ. Καθάπερ γὰρ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν ἐπὶ τοῦ καιροῦ τῶν ἀγώνων ἄνεσιν ἐπιζητῶν αἰσχύνην καὶ ἀδοξίαν διὰ παντὸς τοῦ χρόνου ἑαυτῷ προξενεῖ, ὁ δὲ ἐν τῷ σταδίῳ πάντα πόνον γενναίως ἐνεγκὼν στεφάνους καὶ δόξαν καὶ ἔπαινον, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ λυθέντων αὐτῶν καρποῦται παρὰ τῶν θεατῶν· οὕτω καὶ ἐφ' ἡμῶν. Ὁ μὲν τὸν καιρὸν τῶν πόνων ἀνέσεως ποιούμενος καιρὸν, ὅταν ἀναπαύσασθαι δέῃ τὴν ἀγήρω ἐκείνην ἄνεσιν, τηνικαῦτα οἰμώξεται καὶ βρύξει τοὺς ὀδόντας, καὶ τὰ ἔσχατα πείσεται δεινά· ὁ δὲ ἐνταῦθα τὰς θλίψεις προθύμως ἐνεγκὼν, καὶ ἐνταῦθα καὶ ἐκεῖ λαμπρὸς ἔσται καὶ ἐπίδοξος δόξαν τὴν ἀθάνατον καὶ ἀληθῆ. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων συγχέων πάντων ἐκπεσεῖται τῶν προκειμένων αὐτῷ, καὶ μυρίαις ἑαυτὸν περιβαλεῖ συμφοραῖς, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο πείσεται ὁ τὴν τάξιν τῶν καιρῶν οὐκ εἰδώς. Εἶπεν ὁ Χριστὸς, ὅτι Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ. Εἶπεν ὁ μακάριος Παῦλος· Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· οὐ τὰς παρὰ τῶν ἀνθρώπων διώξεις λέγων μόνον, ἀλλὰ καὶ τὰς παρὰ τῶν δαιμόνων ἐπιβουλάς. Εἶπεν Ἰὼβ, ὅτι Πειρατήριόν ἐστιν ἀνθρώπου ὁ βίος ἐπὶ τῆς γῆς. Τί τοίνυν ἀσχάλλεις ἐν τῷ τῆς ταλαιπωρίας θλιβόμενος καιρῷ; Τότε γὰρ ἀλγεῖν ἐχρῆν, εἰ ὃν προεῖπεν ὁ Χριστὸς θλίψεως εἶναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν· εἰ καθ' ὃν ἀγωνίζεσθαι καὶ πονεῖν προσετάχθημεν, κατὰ τοῦτον ἀνεπεπτώκειμεν· εἰ τὴν εὐρύχωρον ἐβαδίζομεν ὁδὸν, αὐτοῦ τὴν τεθλιμμένην κελεύσαντος. Οὕτω γὰρ ἂν ἐξ ἀνάγκης ἡμῖν εἵπετο λοιπὸν τὸ ἐν τοῖς αἰῶσιν ἐκείνοις κολάζεσθαι. Τί οὖν ἂν εἴποις, φησὶ, πρὸς τοὺς καὶ ἐνταῦθα μετ' εὐρυχωρίας βαδίζοντας, καὶ ἐκεῖ μέλλοντας ἀναπαύεσθαι; Καὶ τίς οὗτός ἐστιν; ἐγὼ γὰρ τῷ τοῦ Χριστοῦ πείθομαι λόγῳ μόνον, τῷ λέγοντι ὅτι, Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς 47.454 ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ὅτι δὲ οὐκ ἔνι διὰ τῆς στενῆς ἐν εὐρυχωρίᾳ βαδίσαι ποτὲ, παντί που δῆλόν ἐστιν. Ὅπου γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδεὶς ἱδρώτων χωρὶς στέφανον ἀνεδήσατο καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔχων κοινωνοῦντας τοὺς ἀνταγωνιστὰς, ἔνθα πονηραὶ δυνάμεις ἡμῖν ἀνταίρουσι, πῶς ἔνι θλίψεως καὶ στενοχωρίας ἐκτὸς περιγενέσθαι τῆς μανίας ἐκείνων;

εʹ. Ἀλλὰ μέχρι τίνος ἀπὸ λογισμῶν ταῦτα ἐξετάζομεν, ἐξὸν ἐπὶ τοὺς μακαρίους καὶ γενναίους ἀθλητὰς καταφυγεῖν τοὺς ἐπὶ τῶν προτέρων γεγενημένους χρόνων; Ἐξέτασον γὰρ ἅπαντας τοὺς τότε ὀνομαστοὺς, καὶ πάντας, ἀπὸ τῶν θλίψεων ὄψει παῤῥησίαν ἐσχηκότας πρὸς τὸν Θεόν. Καὶ εἰ βούλει γε, ἐπὶ τὸν τοῦ πρωτοπλάστου πρῶτον ἔλθωμεν παῖδα, τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Ἄβελ, τὸν ἠδικηκότα μὲν οὐδὲν, τὰ δὲ τῶν δεινότατα εἰργασμένων ὑπομείναντα. Ἡμεῖς μὲν γὰρ ἁμαρτιῶν τίνομεν δίκας τοὺς πειρασμούς· ὁ δὲ δίκαιος ἐκεῖνος δι' οὐδὲν ἕτερον ἐκολάζετο, ἀλλ' ἢ ὅτι δίκαιος ἦν. Καὶ ἕως μὲν οὐδὲν μέγα ἐπεδείκνυτο, ἐπεγίνωσκεν αὐτὸν ὁ ἀδελφός· ἐπειδὴ δὲ ἀπὸ τῆς θυσίας διέλαμψε, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησεν ὑπὸ τοῦ φθόνου πηρωθείς. Πόθεν οὖν οἶδας εἰ καὶ νῦν ἡ αὐτὴ αἰτία τὸν διάβολον ἤγειρε, καὶ τοῦ βίου σου τὸ λαμπρὸν πρὸς τὴν μάχην αὐτὸν ταύτην ἐξεκαλέσατο; Εἰ δὲ γελᾷς ταῦτά μου τὰ ῥήματα, ἐπαινῶ μέν σε τῆς ταπεινοφροσύνης, οὐ μὴν τοῦ οὕτω διακεῖσθαι παύσομαι. Εἰ γὰρ στέαρ προσενεγκὼν οὕτως εὐδοκίμησεν ἐκεῖνος, ὁ μηδὲν τῶν ἔξωθεν, ἀλλ' ὅλον ἑαυτὸν ἀναθεὶς τῷ Θεῷ, πολλῷ μᾶλλον ἂν παρώξυνε καθ' ἑαυτοῦ τὸν ἐχθρόν. Ὁ δὲ Θεὸς συνεχώρησεν αὐτὸν ἐπελθεῖν· οὐδὲ γὰρ τότε τὸν φόνον γενέσθαι ἐκώλυσεν, ἀλλ' ἀφῆκεν εἰς τὰς τοῦ μιαιφόνου χεῖρας τὸν δίκαιον ἐμπεσεῖν, καὶ οὐκ ἐξήρπασε τὸν δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν ἀναιρούμενον τιμήν· οὐδὲ γὰρ ἐβούλετο ἐλαττωθῆναι τοὺς στεφάνους αὐτῷ· διὰ τοῦτο μέχρι τέλους ἀφῆκε δραμεῖν αὐτόν. Καὶ ποία κόλασις ὁ θάνατος; φησίν. Εἴθε μὲν οὖν κἀγὼ ταύτην τὴν τιμωρίαν ὑπέμεινα νῦν. Ταῦτα λέγεις, ἀγαπητὲ, νῦν, πρότερον δὲ πάντων τὸ πρᾶγμα ἐδόκει εἶναι χαλεπώτατον, καὶ πάσης τιμωρίας ἐλεεινότερον. ∆ιὸ καὶ ἐν τῷ