1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

39

μακάριος Μωσῆς φόβῳ συνέζη διηνεκεῖ· καὶ δῆλον ἐξ ὧν καὶ τοῦ Θεοῦ μετὰ τοσοῦτον χρόνον κελεύοντος ἀπελθεῖν, ἀναδύεται καὶ ὀκνεῖ, καὶ ταῦτα ἀκούσας ὅτι. Ὁ ζητῶν τὴν ψυχὴν αὐτοῦ τέθνηκεν.

βʹ. Ἐπειδὴ δέ ποτε ἐπείσθη καὶ ἀπῆλθε, καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἠναγκάσθη καταλιπεῖν, πάλιν μέμψεις καὶ ὕβρεις καὶ ἀπειλαὶ παρὰ τοῦ κρατοῦντος τῆς Αἰγύπτου τότε, κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ τῶν εὐεργετουμένων αὐτῶν. Ὁ μὲν οὖν ἔλεγεν· Ἱνατί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων αὐτῶν; Ἀπέλθετε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ· οἱ δὲ Ἰσραηλῖται· Ἴδοι, φασὶν, ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐνώπιον Φαραὼ, καὶ ἐνώπιον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτῶν ἀποκτεῖναι ἡμᾶς. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών. Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών. Τίς οὐκ ἂν ὑπὸ τῆς ἀθυμίας κατεπόθη ῥᾳδίως, ὑποσχόμενος μὲν λύσιν τῶν τοσούτων κακῶν, μετὰ δὲ τὴν ὑπόσχεσιν προσθήκην ἑτέρων χαλεπωτέρων ἰδών; Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμενεν ἀκλινὴς, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων. Προσελθὼν δὲ τῷ Θεῷ, καὶ διαλεχθεὶς ὑπὲρ τούτων, καὶ ἀποδυράμενος πολλά· εἶπε γὰρ, φησὶ, Κύριε, διὰ τί ἐκάκωσας τὸν λαόν σου, καὶ ἱνατί ἀπέστειλάς με; καὶ ἀφ' οὗ εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤῥύσω τὸν λαόν σου· ταῦτα δὴ οὖν θρηνήσας, καὶ τὰ αὐτὰ πάλιν ἀκούσας ἅπερ καὶ πρότερον, ἀπαγγέλλει μὲν αὐτὰ τοῖς Ἰσραηλίταις πάλιν, οὐ παραδέχονται δὲ ἐκεῖνοι τῷ κρατεῖσθαι τὰς ψυχὰς ὑπὸ τοῦ καμάτου καὶ τῆς ἀθυμίας. Οὐκ εἰσήκουσαν γὰρ Μωσέως, φησὶν, ἀπὸ τῆς ἀθυμίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτὸν ἔθλιβεν. Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤῥήσας μετὰ τῶν Ἰουδαίων λοιπὸν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ. Οὔπω γὰρ ὅλαι τρεῖς ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταυτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς· ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐντρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλαγὴν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς. Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν· τοσαύτη κατεσκεδάσθη τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς. Ὁ δὲ Μωσῆς 47.475 καὶ μείζονι σκότῳ συνεχόμενος ἦν. Οὐ γὰρ τοὺς Αἰγυπτίους ἐδεδοίκει μόνον, καθάπερ καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ἀλλὰ καὶ τούτους μετ' ἐκείνων. Ἀμφότεροι γὰρ ὡς ἀπατεῶνι καὶ εἴρωνι προσεῖχον λοιπὸν, οἱ μὲν μετὰ τοῦ καταγελᾷν καὶ ἐπεμβαίνειν, οἱ δὲ μετὰ τοῦ δάκνεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ τί χρὴ τούτοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρὸς, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύνης καταμαθεῖν; Σιγῶντι γὰρ καὶ μηδὲ διᾶραι τὰ χείλη τολμῶντι, φησὶν ὁ Θεός· Τί βοᾷς πρὸς μέ; τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι' ἑνὸς ῥήματος τούτου ἐμφαίνων ἡμῖν.

γʹ. Ἐπειδὴ δὲ καὶ τοῦτο ἐλύθη τὸ δέος, καὶ μείζονα πάλιν ᾔρετο τὰ δεινά. Καὶ γὰρ καὶ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ χαλεπώτερον αὐτῷ δι' ὅλης ἐκέχρηντο τῆς