1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

28

ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς· καὶ ὅμως οὐδὲν τούτων εἶπεν, οἷον ὅτι Ἐγκατέλιπέ με ὁ Θεὸς, ἀπεστράφη, καὶ τῆς οἰκείας προνοίας ἐξέβαλεν· ἀλλ' ἔφερε γενναίως πάντα καὶ πιστῶς, καὶ ὃν ἐχρῆν μάλιστα πάντων ὑβριζομένης ὀργίζεσθαι τῆς γυναικὸς ὑπὸ τῆς πολλῆς βίας, ὅπως μήτε φανερὰ γένηται ἡ ὕβρις, ἅπαντα ἔπραττε. Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατὸν, ἴσασι δὲ ὅσοι 47.460 γυναῖκας ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον. Μαρτυρεῖ δὲ τῷ πάθει τούτῳ καὶ ὁ Σολομὼν οὕτως εἰπών· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν· Κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ὁ ζῆλος. Εἰ δὲ ὁ ζηλοτυπῶν οὕτως ἐκκαίεται, ὁ τοσούτοις κρατούμενος κακοῖς, ὡς ἀναγκάζεσθαι καὶ κολακεύειν τὸν ὑβριστὴν, καὶ ὃν ἀμύνασθαι ἔδει πάντα ποιεῖν ὅπως ῥᾳδίως ἀπολαύσηται τῆς αὐτοῦ γυναικὸς ὁ μοιχὸς, τίνος οὐκ ἐλεεινότερος ἦν; Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος. Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ' ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν. Ὅταν γὰρ ὁ διασωθεὶς ὑπ' αὐτοῦ καὶ τοσούτων γενόμενος κύριος ἀγαθῶν, καὶ ὃν ἐχρῆν ἐκστῆναι πάντων αὐτῷ, καὶ τοῖς ποιμέσιν ἐπιτιμῆσαι τοῖς αὐτοῦ, οὗτος προτεινομένης αἱρέσεως ἐπιτρέχει τοῖς εὐφορωτέροις τῶν χωρίων, καὶ τὰ ἐρημότερα ἐκείνῳ καταλιμπάνει μέρη. τίς ἂν ἐνέγκοι ῥᾳδίως, οὐ τὴν ζημίαν λέγω, ἀλλὰ τὸ τιμήσας ἀτιμασθῆναι καὶ τὸ ἔλαττον ἐνεγκεῖν, ὃ πάσης ζημίας χαλεπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅμως ἅπαντα ταῦτα παρίημι νῦν· περὶ γὰρ τοῦ πατριάρχου, οὐ περί τινος τῶν πολλῶν ὁ λόγος ἐστὶν ἡμῖν.

ηʹ. ∆ιαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς. Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων οἴκοι μένειν ἔπεισεν, ἀλλ' ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἑαυτόν. Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρεσκευασμένου θανάτους. Ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος· τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα θρηνεῖν κακὰ, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον. Μὴ γὰρ ἐπειδὴ τότε ἤκουσας ἀποδυρομένου πρὸς τὸν Θεὸν καὶ λέγοντος, Τί μοι δώσεις; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος· διὰ τοῦτο καὶ πρόσφατον τὴν λύπην ταύτην εἶναι νόμιζε· ἡ γὰρ μέριμνα αὕτη καὶ ἡ φροντὶς μετὰ τῆς νύμφης εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ δικαίου, μᾶλλον δὲ καὶ πρὸ τῆς νύμφης αὐτῆς. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βουλεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κεφάλαιον ἡ τῶν παίδων ἐστὶ, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς. Εἰ δὲ 47.461 συμβαίη, γενομένων τῶν γάμων, πρῶτον ἔτος ἢ δεύτερον ἢ καὶ τρίτον παρελθεῖν, ἐπιτείνεται μὲν τὰ τῆς ἀθυμίας, τὰ δὲ τῶν χρηστοτέρων ἐλπίδων ἀτονώτερα γίνεται· ἑτέρου δὲ προστεθέντος πλείονος χρόνου, παντελῶς λοιπὸν ἀφίστανται μὲν ἐκεῖναι, κρατεῖ δὲ τῆς ψυχῆς αὕτη πᾶσιν ἐπισκοτοῦσα τοῖς ἡδίστοις,