1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

5

οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους. ∆ιὰ τοῦτο καὶ τοῦ παραδείσου τὴν ἀρχὴν ἐξέβαλε τὸν πρωτόπλαστον, ὅτι ἡ παρασχεθεῖσα αὐτῷ τιμὴ χείρονα αὐτὸν ἀπειργάζετο ἂν, εἴπερ ἔμενεν ἀσάλευτος καὶ βεβαία ἐκείνη τῆς ἐντολῆς κινηθείσης. Καὶ τί λέγω τὸν Ἀδάμ; Τί γὰρ οὐκ ἂν ἐποίησεν ὁ Κάϊν ἐν παραδείσῳ στρεφόμενος, καὶ τρυφῆς ἀπολαύων τοσαύτης, ὅπου γε καὶ τούτων ἐστερημένος, καὶ τοῦ πατρὸς τὴν τιμωρίαν παρὰ πόδας ὁρῶν, οὐδ' οὕτως ἐσωφρονίζετο, ἀλλ' εἰς μείζονα κακίαν ἐξέπιπτε, φόνον πρῶτος αὐτὸς καὶ εὑρὼν καὶ τολμήσας, καὶ φόνον τὸν πάντων ἐναγέστερον; Οὐδὲ γὰρ κατὰ μικρὸν, οὐδ' ἐν χρόνῳ πολλῷ προσῆλθε τῷ καινῷ τούτῳ μιάσματι, ἀλλ' ἀθρόως καὶ ἐξαίφνης πρὸς αὐτὴν εὐθέως ἀνεπήδησε τὴν κορυφὴν, τὸν κοινωνήσαντα τῶν αὐτῶν ὠδίνων αὐτῷ, τὸν ἠδικηκότα οὐδὲν, πλὴν εἰ τὸ τιμῆσαι τὸν Θεὸν ἀδίκημα ᾤετο, τοῦτον λοχήσας καὶ ἀνελών. Σὺ δέ μοι κἀνταῦθα πάλιν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κατάμαθε· ὅτε μὲν γὰρ εἰς αὐτὸν ὕβρισε, διὰ τῶν λόγων αὐτὸν νουθετεῖ, καὶ παραμυθεῖται λυπούμενον· ὅτε δὲ ἐμάνη κατὰ τοῦ ἀδελφοῦ, τότε δὴ ἐπεξέρχεται, καὶ τὴν τιμωρίαν ἐπάγει. Καίτοι καὶ τὰ πρότερα τῆς αὐτῆς κολάσεως, μᾶλλον δὲ καὶ χαλεπωτέρας ἄξια ἦν. Εἰ γὰρ ἐπ' ἀνθρώπων, ὅταν τις τῶν οἰκετῶν τὰ μὲν ἀμείνω φυλάττῃ ἑαυτῷ, τὰ δὲ φαυλότερα τῷ δεσπότῃ προσάγῃ, δεινὸν τὸ πρᾶγμα καὶ ὕβρις εἶναι δοκεῖ, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ὁ δὲ Κάϊν οὐ τοῦτο μόνον ἥμαρτεν, ἀλλὰ καὶ ἕτερον οὐχ ἧττον, τὸ δυσχερᾶναι τῇ τιμῇ τοῦ ἀδελφοῦ. Εἰ μὲν γὰρ ὡς ἁμαρτὼν μετεγίνωσκεν, ἀποδεκτὸς τῆς καλλίστης ταύτης μεταβολῆς ἦν· νῦν δὲ οὐ μετανοίας, ἀλλὰ καὶ ζήλου καὶ βασκανίας ἡ σύγχυσις ἦν, καὶ τὸ τέλος ἀπέδειξε. Μόνον γὰρ οὐκ ὠργίζετο τῷ Θεῷ, ὅτι μὴ ἐτίμησεν αὐτὸν ὑβρισθεὶς, καὶ προὔθηκε τὸν ἀκόλαστον τοῦ ἐπιεικοῦς· ἀλλ' ὅμως καὶ οὕτω σφοδρὰν τῶν ἁμαρτημάτων ἀπαιτούντων τὴν τιμωρίαν ἔλαττον πολλῷ τῆς ἀξίας κέχρηται τῷ πεπλημμεληκότι, καὶ φλεγμαίνουσαν αὐτοῦ καταστέλλειν πειρᾶται τὴν ψυχήν. Ἀπὸ γὰρ θυμοῦ ἡ ἀθυμία ἐκείνη ἦν· διὸ καί φησι πρὸς αὐτόν· Ἡσύχασον. Ταῦτα δὲ ἔλεγεν, εἰδὼς μὲν οἷ προβήσεται κακοῦ, βουλόμενος δὲ πᾶσαν τοῖς ἀγνωμονοῦσιν ἐκκόψαι πρόφασιν. Εἰ γὰρ ἐκολάσθη παρὰ τὴν ἀρχὴν, πολλὰ ἂν εἶπον τοιαῦτα πολλοί· οὐ γὰρ ἐνῆν παρακαλέσαι λόγῳ, καὶ νουθετῆσαι, καὶ ἐπιπλῆξαι πρότερον, καὶ τότε τοῖς αὐτοῖς ἐπιμένοντα μετελθεῖν; Πολλῆς ὠμότητος καὶ ἀπηνείας αὕτη ἡ κόλασις. ∆ιὰ τοῦτο μακροθυμεῖ ταῖς εἰς αὐτὸν ὕβρεσιν ὁ Θεὸς, ἅμα μὲν ἐπιστομίζων ἐκείνους, ἅμα δὲ καὶ δεικνὺς ὅτι καὶ τὸν πατέρα τοῦ Κάϊν δι' ἀγαθότητα ἐπαίδευσε, πρὸς δὲ καὶ εἰς μετάνοιαν ἄγων τοὺς μετὰ ταῦτα διὰ τῆς τοιαύτης χρηστότητος αὐτοῦ. Ἐπειδὴ δὲ κατὰ τὴν σκληρότητα αὐτοῦ, 47.431 καὶ ἀμετανόητον καρδίαν ἐθησαύρισεν ἑαυτῷ τὴν ὀργὴν, τὸ τηνικαῦτα ἐπεξέρχεται· εἰ δὲ καὶ μετὰ τὸν φόνον ἔμεινεν ἀτιμώρητος, καὶ ἐφ' ἕτερον ἂν προῆλθε μεῖζον κακόν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὅτι παρὰ ἄγνοιαν ἐπλημμέλησεν· ὃ γὰρ ὁ νεώτερος συνῆκε, πῶς ἂν οὗτος ἠγνόησε; Πλὴν ἀλλ', εἰ βούλει, κείσθω καὶ ἀγνοίας εἶναι τὸ πρότερον· μετὰ τὸ ἀκοῦσαι τὸ, Ἡσύχασον, μετὰ τὸ συγγνώμης τυχεῖν, ἀπὸ ποίας ἀγνοίας ἐπὶ τὸν φόνον ἤρχετο, καὶ τὴν γῆν ἐμόλυνε, καὶ τοὺς τῆς φύσεως νόμους ἀνέτρεψεν; Ὁρᾷς ὡς οὐδὲ τὰ πρότερα τοῦ ἀγνοεῖν ἦν, ἀλλὰ κακίας καὶ πονηρίας καὶ μιαρίας τῆς ἐσχάτης; Τίς οὖν ἡ τούτων τιμωρία; Στένων ἔσῃ, φησὶ, καὶ τρέμων ἐπὶ τῆς γῆς. ∆οκεῖ μὲν οὖν ἡ κόλασις εἶναι πικρά· ἀλλ' οὐκ ἐὰν τὸ ἁμάρτημα λογισώμεθα, καὶ αὐτὴν δὲ τὴν τιμωρίαν διασκεψώμεθα καλῶς. Ὅτε γὰρ προσήνεγκε κακῶς, ἤλγησεν, ὅτι ὑβρίσας οὐκ ἐτιμήθη παρὰ τοῦ ὑβρισθέντος Θεοῦ, νουθετοῦντα αὐτὸν διέπτυσε, φόνον ἐτόλμησε πρῶτος, μᾶλλον δὲ καὶ φόνου πολλῷ μίασμα ἐναγέστερον, ἐλύπησε τοὺς γεγεννηκότας, ἐψεύσατο τῷ Θεῷ. Μὴ γὰρ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; φησί· καὶ