1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

19

μετέδωκεν, οὐδεὶς συμπαθής, οὐδεὶς ἐλεήμων, οὐδεὶς συναλγῶν». καὶ ἐγὼ πλανῆτις καὶ λάτρις. ὢ τῆς συμφορᾶς· οὐδεὶς ἠλέει τὴν γυναῖκα οὐδὲ τὴν πενίαν ἐπεκούφιζεν, ἀλλ' ἐθήτευε καὶ αἴθριος ἦν ἡ τοῦ βασιλέως σύνοικος. ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι. «ἀνέστιος, ἄπολις, ἄοικος πλανῶμαι», φησίν, «κατὰ τὴν πόλιν οὐδὲ δουλείας εὐποροῦσα οὐδὲ τὴν θητείαν αὐτὴν ἐξ εὐκολίας δυναμένη λαβεῖν· ταῖς ἑτέρων προσεδρεύω θύραις καθάπερ φιλονεικοῦσα πάντας τὰς ἐμαυτῆς διδάξαι συμφοράς. οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἔστιν, ἀλλὰ πανταχοῦ με δεῖ ἐκπομπεύεσθαι καὶ παραδειγματίζεσθαι. πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα· πανταχοῦ περίειμι διδάσκαλος τῶν κακῶν.» ὅπερ δὲ ἐξ ἀρχῆς εἶπον, ὅτι διὰ τοῦτο καὶ χρόνον πολὺν συνεχώρησεν ὁ θεὸς γενέσθαι, ἵνα μὴ μετὰ τὴν μεταβολὴν ἀπιστηθῇ ἡ συμφορά, καὶ διὰ τοῦτο αἴθριος, ἵνα πάντες ὁρῶσιν, τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ἔστιν εἰπεῖν· ἵνα, ὅταν ἴδωσιν αὐτὴν μεταβαλλομένην καὶ βελτίω γεγενημένην καὶ εὔπαιδα καὶ πολύπαιδα, μὴ ἀπιστῶσιν αὐτῆς τῇ προτέρᾳ συμφορᾷ οἱ καὶ μισθὸν αὐτῇ τῶν μόχθων παρεσχηκότες. 46 2,9dβ τόπον, φησίν, ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, 9dξ προσδεχομένη τὸν ἥλιον πότε δύσῃ,- εἰκότως, ἐλευθερίως γὰρ ἦν ἀνατραφεῖσα ἡ γυνή. 2,9dδ ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, 9dεαἵ με νῦν συνέχουσιν. τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν. 2,9e ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅρα, μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι τότε τὴν ἀναίσχυντον ἐπάγει συμβουλὴν οὐ τολμήσασα πρὸ τούτου ταῦτα εἰπεῖν, ἀλλὰ πρότερον δείξασα πιθανήν τινα τὴν παραίνεσιν, τότε τὸ δηλητήριον ἐνίησι καὶ οὐδὲ αὐτὸ φανερῶς. οὐκ εἶπεν· «βλασφήμησον», ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. «τίνος ἕνεκεν; ἆρα οἶδας, ὅτι τελευτὴ τὸ πρᾶγμά ἐστιν; ποία δέ σοι παραμυθία ἀπὸ τῆς ἐμῆς τελευτῆς; τίς παραψυχή;» οἱ γὰρ τὰ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν, ἀλλὰ τῇ ἀσαφείᾳ περιστέλλουσι τὸ πονηρὸν τῆς παραινέσεως. «ὅπερ οὐκ ἐτόλμησας συμβουλεῦσαι, τοῦτό με ὑπομεῖναι παραινεῖς; διὰ τί γὰρ μὴ λέγεις, ποῖον ῥῆμα;» «πανταχόθεν σοι προσεχώσθησαν οἱ λιμένες, τὰ παιδία ἀνῄρηται, ἡ γυνὴ πάντων ἐλεεινότερον πράττει, τὸ σῶμα οὕτω διάκειται, ὥσπερ αὐτὸς ὁρᾷς· μία ὑπολέλειπται παραμυθία, εἷς ἀπαλλαγῆς τρόπος, εἰπεῖν τι πρὸς τὸν θεόν.» «τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι παροξῦναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ θεὸς ταῦτα ἐποίησεν, παρακαλέσαι αὐτόν, οὐ βλασφημῆσαι δεῖ, εἰ δὲ οὐκ αὐτός, οὐδὲ οὕτω βλασφημεῖν. τί μοι τὴν τῶν δεινῶν ἐπιθήκην ἐπιτείνεις διὰ τῆς τῶν δεινῶν λύσεως; πῶς οἴει; πόθεν γὰρ δῆλον, ὅτι καὶ ἐρῶ καὶ τελευτήσω; ἂν δὲ μετὰ τὸ εἰπεῖν πάλιν μείζοσι περιβάλλωμαι δεινοῖς;» ἀλλ' οὐδὲν τούτων εἶπεν. πῶς δὲ οὐκ εἶπε πρὸς αὐτόν· «διάχρησαι σαυτόν», ἀλλ' ὃ μάλιστα ἐπεθύμει ὁ διάβολος, τοῦτο συμβουλεύει καὶ παραινεῖ; 47 ὥσπερ διὰ τοῦ ὄφεως πρότερον, οὕτω διὰ τῆς γυναικὸς νῦν. «ἂν κατηγορήσω τοῦ θεοῦ», φησίν, «οὐ δέχεται τὴν συμβουλήν. ἐπαίρω τὰ δεινά. ἐμὲ ἐλέησον.» καὶ ποία σοι τῶν δεινῶν παραμυθία ἀπελθόντος τούτου; τίς παραψυχή; οὐχὶ δὲ μᾶλλον ἐπιταθήσεται; νῦν μὲν γὰρ ἐλπίσαι ἔστι τι χρηστόν, τότε δὲ οὐκέτι, ἀλλὰ χηρεία ἀπαραμύθητος. ἐμοὶ δοκεῖ καὶ αἰσχύνεσθαι αὐτήν. τίνα οὐκ ἂν ἐθορύβησε ταῦτα; τίνα οὐκ ἂν ἰλιγγιάσαι ἐποίησε τὰ λεγόμενα; τί οὖν ὁ γενναῖος οὗτος καὶ φιλόθεος ἀνήρ; 2,10a ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν. καὶ καλῶς εἶπεν· ἐμβλέψας αὐτῇ. τὸν θυμὸν ἐνέφηνε διὰ τῆς ὄψεως οὐκ ἀρκούντων τῶν ῥημάτων αὐτῆς καθάψασθαι. καὶ ὅρα, πῶς μεμετρημένως· οὐδὲν χαλεπαίνοντος οὐδὲ δυσχεραίνοντος ῥῆμα προήκατο· καὶ τὴν γυναῖκα ἐπέγνω καὶ τὴν συμβουλὴν οὐκ ἐδέξατο. οὐκ εἶπεν· «ἄφρων εἶ καὶ ἀνόητος», ἀλλὰ τί; 2,10b ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; τουτέστιν· «οὐδὲν ἄξιον σαυτῆς οὐδὲ τῆς ἀνατροφῆς καὶ τῆς παρ' ἐμοῦ παιδεύσεως