1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

43

Χριστοῦ, φησὶ, πᾶν γόνυ κάμψῃ. Ὄνομα αὐτοὶ τὴν δόξαν λέγουσιν. Αὕτη γοῦν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστί· δόξα δὲ ὅλως ἐστὶ, τὸ προσκυνεῖν αὐτῷ. Πόῤῥω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος ὑμεῖς, οἱ νομίζοντες εἰδέναι Θεὸν, ὡς αὐτὸς οἶδεν ἑαυτόν. Καὶ ἀπὸ τούτου μὲν δῆλον, ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ καὶ ἐκ τούτου. Αὕτη δόξα ἐστὶν, εἰπέ μοι; Οὐκοῦν πρὶν ἢ τοὺς ἀνθρώπους γενέσθαι, πρὶν ἢ τοὺς ἀγγέλους, πρὶν ἢ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν δόξῃ. Εἰ γὰρ αὕτη ἐστὶν ἡ δόξα, ἡ ὑπὲρ πᾶσαν δόξαν (τοῦτο γάρ ἐστιν, Ὑπὲρ πᾶν ὄνομα)· εἰ καὶ ἐν δόξῃ ἦν, ἀλλ' ἐν ἐλάττονι ταύτης. Οὐκοῦν τοῦτο τὰ ὄντα ἐποίησε, καὶ διὰ τοῦτο, ἵνα ἐν δόξῃ γένηται, οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ' ἡμῶν δόξης. Ὁρᾶτε τὴν ἄνοιαν; ὁρᾶτε τὴν ἀσέβειαν; Ἂν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγον, εἶχε λόγον· ἀνέχεται γὰρ ὁ Θεοῦ Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονομίαν τὸ πᾶν ἵσταται· νῦν δὲ περὶ τὴν 62.234 θεότητα ταῦτα λεγόμενα, οὐδεμία συγγνώμη τοῖς κακουργοῦσι καταλιμπάνεται. Ὥστε ὅταν εἴπωμεν, Ἐποίησεν ἄνθρωπον ἀθάνατον ὁ Θεὸς, κἂν περὶ τοῦ ὅλου εἴπω, οἶδα ὃ λέγω. Τί δέ ἐστιν, Ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; Τουτέστιν, ὁ κόσμος πᾶς, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ δαίμονες· ἢ ὅτι καὶ οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Τουτέστιν, ἵνα πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός. Ὁρᾷς πανταχοῦ, ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόμενον; Οὕτω καὶ ὅταν ἀτιμάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται. Εἰ γὰρ ἐφ' ἡμῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδὲν, ἐπ' αὐτὸν διαβαίνει καὶ ἡ τιμὴ καὶ ἡ ἀτιμία. Ἂν γὰρ ἡ οἰκουμένη ὑποταγῇ τῷ Υἱῷ, φησὶ, τοῦτο Πατρός ἐστι δόξα. Οὐκοῦν καὶ ὅταν λέγωμεν, ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, ὅτι οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρός. Τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα καὶ τῆς ἀγαθότητος καὶ τῆς σοφίας, ὅτι Υἱὸν τοιοῦτον ἐγέννησεν, ὅτι οὐδὲν ἐλάττονα, οὐδὲ κατὰ τὴν ἀγαθότητα, οὔτε κατὰ τὴν σοφίαν. Ὅταν εἴπω, ὅτι σοφός ἐστιν, ὡς ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων, τοῦτο τῆς πολλῆς τοῦ Πατρὸς σοφίας τεκμήριον· ὅταν εἴπω, ὅτι δυνατός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάμεως αὐτοῦ τεκμήριον· ὅταν εἴπω, ὅτι ἀγαθός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς ἀγαθότητος αὐτοῦ δεῖγμα μέγιστον, ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν αὐτοῦ λειπόμενον οὐδὲ ἀποδέοντα· ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι. Ὥστε ὅσα ἂν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει. Εἰ γὰρ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς (μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν τὸ τὴν οἰκουμένην αὐτῷ προσκυνῆσαι) εἰς δόξαν Θεοῦ γίνεται, πόσῳ μᾶλλον τὰ ἄλλα πάντα; εʹ. Πιστεύωμεν τοίνυν εἰς δόξαν αὐτοῦ, καὶ βιῶμεν εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν ὄφελος θατέρου. Ὥστε ὅταν δοξάζωμεν καλῶς, μὴ βιῶμεν δὲ καλῶς, τότε μάλιστα ὑβρίζομεν αὐτὸν, ὅτι ἐπιγραφόμενοι αὐτὸν ∆εσπότην καὶ ∆ιδάσκαλον, καταφρονοῦμεν αὐτοῦ, καὶ οὐ δεδοίκαμεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ μὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν, θαυμαστὸν οὐδὲν, οὐδὲ τοσαύτης καταγνώσεως ἄξιον· τὸ δὲ Χριστιανοὺς τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον. Εἰπὲ γάρ μοι· ὑπήκουσε τὴν ἐσχάτην ὑπακοὴν, διὰ τοῦτο ἔλαβε τὴν ἄνω τιμήν· δοῦλος ἐγένετο, διὰ τοῦτο ∆εσπότης ἐστὶ πάντων, καὶ ἀγγέλων καὶ τῶν ἄλλων ἁπάντων. Ὥστε καὶ ἡμεῖς μὴ νομίζωμεν