1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

1

De providentia orationes decem

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΛΟΓΟΙ

∆ΕΚΑ. ΛΟΓΟΣ Αʹ. Ἀπόδειξις ἀπὸ οὐρανοῦ, καὶ ἡλίου, καὶ σε λήνης, καὶ τῶν λοιπῶν ἀστέρων. Νόμος ἐστὶ τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως κεί μενος, καὶ παῖδας πατέρων ἀδικουμένων ὑπερμα χεῖν, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολεμουμέ νων πολίτας προκινδυνεύειν, καὶ ἁπαξαπλῶς τοὺς εὖ πεπονθότας εἰς δύναμιν τοὺς εὐεργέτας ἀμείβεσθαι. Ἴδοι δ' ἄν τις καὶ βασιλέως ὀρθῶς καὶ δικαίως τοὺς ἀρχομένους ἰθύνοντος, καὶ ἡμερότητι κεραννύντος τὴν ἐξουσίαν, ἀσπιδιφόρους καὶ δορυφόρους ἐν πο λέμοις προθύμως ὑπερασπίζοντας. Καὶ μή μοί τις εὐθὺς ἀντιλεγέτω, καὶ ψεῦδος τοῦ λόγου κατηγορείτω, τοὺς πατραλοίας, καὶ μαστιγίας, καὶ προδότας, καὶ τυράννους εἰς μέσον παράγων. Περὶ γὰρ τῶν τοῦ νόμου φυλάκων ὁ λόγος, ἐκείνους δὲ ἀχαρίστους καὶ 83.557 παραβάτας προσαγορεύειν εἰώθαμεν· τίνουσι δὲ καὶ δίκας τῶν τολμημάτων ἀξίας. Εἰ δὲ καὶ παῖδας πατέ ρων, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολίτας, καὶ βασιλέων δορυφόρους προκινδυνεύειν ἡ φύσις διαγο ρεύει, πολλῷ μᾶλλον ὁσιώτερόν τε καὶ δικαιότερον τοῦ Θεοῦ, τοὺς ὑπὸ τοῦ Θεοῦ καὶ γεγενημένους καὶ σεσωσμένους μὴ λόγῳ μόνον ὑπερμαχεῖν, ἀλλὰ καὶ θάνατον αἱρεῖσθαι τὸν ἔσχατον. Καὶ γὰρ πατέρων ἡμῖν πλησιώτερος· δι' αὐτοῦ γὰρ κἀκεῖνοι πατέρες καλοῦνται· καὶ δεσποτῶν κυριώτερος· ἐνταῦθα γὰρ κατὰ φύσιν, ἀλλ' οὐ κατὰ συμφορὰν, οἰκετῶν ἡ δεσποτεία· καὶ τείχους παντὸς ἀσφαλέστερος· τὸ μὲν γὰρ, κἂν ἀδαμάντινον ᾖ, χειροποίητον ὅμως ἐστὶ, κἂν τῶν μηχανημάτων τὴν ἰσχὺν διαφύγῃ, τοῦ χρόνου τὰς χεῖρας οὐ διαφεύξεται· ὁ δὲ ἀΐδιός τέ ἐστι καὶ αἰώνιος, καὶ πρὸς πᾶσαν ἀρκῶν φυλακὴν καὶ ἀσφάλειαν, καὶ βασιλέων τοσούτῳ βασιλικώτε ρος, ὅσῳ τὸ ἀεὶ ὂν τῷ γενητῷ καὶ φθαρτῷ παραβαλ λόμενον, τὸ ἀμέτρητον τῆς ὑπερβολῆς ὑποδείκνυσιν. Ὁ μὲν γὰρ ἀεί τε ἔστι, καὶ αὐτῷ τῷ εἶναι συμπε φυκὸς ἔχει τὸ κράτος· ὁ δὲ παρ' ἐκείνου καὶ τὸ εἶναι λαβὼν ἔχει, καὶ τὸ κρατεῖν· καὶ τοῦτο πρὸς ὀλίγον καὶ ὀλίγων, οὐδὲ παρὰ πάντων τῶν τὴν αὐτὴν φύσιν εἰληχότων. Ἐπειδὴ τοίνυν καὶ πατέρων ἡμῖν οἰκειό τερος, καὶ δεσποτῶν κυριώτερος, καὶ πάντων εὐερ γετῶν προμηθέστερος, καὶ τείχους παντὸς ἀσφαλέ στερος, καὶ βασιλέων ἁπάντων ἀμέτρως βασιλικώτε ρος, δίκαιον ἡμᾶς, τοὺς καὶ τὸ εἶναι παρ' αὐτοῦ λαβόντας, καὶ τὸ εὖ εἶναι προσειληφότας, ταῖς βλασ φημεῖν αὐτὸν τολμώσαις γλώτταις τὰς οἰκείας ἀντι τάξαι, καὶ λόγοις εὐσεβέσι τοὺς δυσσεβεῖς λόγους κατακοντίσαι· οὐχ ἵνα δεομένῳ τὴν παρ' ἡμῶν ἐπικουρίαν προσάξωμεν· ἀπροσδεὴς γὰρ ὁ τῶν ἁπάντων ποιητὴς, καὶ πηλίνης γλώττης εἰς ἐπικου ρίαν οὐ δεῖται, ὑμνοῦσαν δὲ ἀποδέχεται, καὶ ὑπερμα χοῦσαν ἀμείβεται, καὶ τὸ ψεῦδος ἐλέγχουσαν στε φανοῖ· ἀλλ' ἵνα καὶ τὴν περὶ αὐτὸν εὔνοιαν δείξωμεν, καὶ τῶν ὁμοδούλων τὸ θράσος, εἰ μὲν δυνατὸν, καταλύσωμεν· εἰ δὲ μὴ, διελέγξωμεν γοῦν, καὶ δῆλον τοῖς ἀγνοοῦσι ποιήσωμεν. Πολλὰ μὲν οὖν καὶ παντοδαπὰ τῶν δυσσεβεῖν αἱρουμένων τὰ στίφη, καὶ διάφορα τῆς βλασφημίας τὰ βέλη· πολυσχιδὲς γὰρ καὶ ποικίλον τὸ ψεῦδος, ἁπλῆ δὲ τῆς ἀληθείας ἡ χάρις. Ἡ μὲν γὰρ ποιητικὴ φάλαγξ, εἰς πολλὰ τὸ Θεῖον τῷ λόγῳ καταμερί σασα, καὶ τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κε ράσασα, καὶ οἷόν τινα κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν. Ἡ δὲ ἐν τρίβωνι λευκῷ, καὶ πώγωνι μακρῷ,