3
ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο. Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰ ἄτοπα καὶ διδάσκει ἕνα θεὸν ὁμολογεῖν, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Τὴν δὲ κακίαν οὐκ οὐσίαν, ἀλλὰ συμβεβηκός φησιν, ἔννοιάν τινα καὶ λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ θεοῦ, ἐν τῷ ἐννοεῖσθαι καὶ λέγεσθαι καὶ πράττεσθαι τὴν ὕπαρξιν ἔχουσαν καὶ ἅμα τῷ παύσασθαι ἀφανιζομένην. Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος, τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν. 3,1 Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ἀπαρνεῖται τὰ ἄτοπα. 2,4 ͂3,1 Ἀλλ' ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων καὶ πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθείας· ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι. Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχη μάτιστον καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰ ἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶ ὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶ ὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι' ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα· ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος. Ὢ ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι' αὐτοῦ ἁγιασθῆναι καὶ ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν. Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ' ὃ παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον. Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ' ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν