1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

17

σάρκα ἐθέωσε διὰ τῆς ἐν ἀλλήλαις τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ σαρκὸς ἀσυγχύτου περιχωρήσεως, ὄντως ἡγιάσμεθα. Καὶ ἀφ' οὗ ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἀπαθὴς ὢν τῇ θεότητι τῷ προσλήμματι πέπονθε καὶ τὸ ἡμέτερον ἀπέτισεν ὄφλημα λύτρον ἐκχέας ὑπὲρ ἡμῶν ἀξιόχρεών τε καὶ ἀξιάγαστον (δυσωπητικὸν γὰρ πατρὶ καὶ αἰδέσιμον αἷμα υἱοῦ), ὄντως ἠλευθερώμεθα. Καὶ ἀφ' οὗ κατελθὼν εἰς ᾅδην ταῖς ἀπ' αἰῶνος πεπεδημέναις ψυχαῖς ὡς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, ὡς τυφλοῖς ἀνάβλεψιν, καὶ δήσας τὸν ἰσχυρὸν τῷ ὑπερέχοντι τῆς δυνάμεως ἀνέστη τὸ ἐξ ἡμῶν αὐτῷ προσληφθὲν ἀφθαρ τίσας σαρκίον, ὄντως ἠφθαρτίσμεθα. Ἀφ' οὗ τε δι' ὕδατος καὶ πνεύματος γεγεννήμεθα, ὄντως υἱοθετήμεθα καὶ κληρονόμοι θεοῦ γεγενήμεθα. Ἐντεῦθεν τοὺς πιστοὺς ἁγίους ὁ Παῦλος καλεῖ. Ἐντεῦθεν τὸν τῶν ἁγίων οὐ πενθοῦμεν, ἀλλ' ἑορτάζομεν θάνατον. Ἐντεῦθεν «οὐχ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν ἐσμέν», «δικαιωθέντες διὰ τῆς πίστεως» καὶ θεὸν μόνον εἰδότες τὸν ἀληθινόν-»δικαίῳ δὲ νόμος οὐ κεῖται»-, οὐχ ὑπὸ τὰ στοιχεῖα τοῦ νόμου ἐσμὲν δεδουλωμένοι ὡς νήπιοι, ἀλλ' εἰς ἄνδρα καταρτισθέντες τέλειον στερεὰν τροφὴν τρεφόμεθα, οὐ τὴν πρὸς εἰδωλολατρείαν. Καλὸς ὁ νόμος ὡς λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ, ἀλλ' ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ· ἤδη δὲ ἀνέτειλε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν καὶ ὕδωρ ζῶν τῆς θεογνωσίας θαλάσσας ἐθνῶν ἐπεκάλυψε καὶ πάντες τὸν κύριον ἔγνωμεν. «Παρῆλθε τὰ παλαιά, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Φησὶν γοῦν ὁ θεῖος ἀπόστολος πρὸς Πέτρον, τὴν κορυφαίαν ἀκρότητα τῶν ἀποστόλων· «Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν», καὶ πρὸς Γαλάτας γράφει· «Μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι.» Πάλαι μὲν οὖν μὴ εἰδότες θεὸν ἐδουλεύομεν τοῖς μὴ φύσει οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέψομεν πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἶδον εἶδος θεοῦ τὸ ἀνθρώπινον, «καὶ ἐσώθη μου ἡ ψυχή.» Θεωρῶ εἰκόνα θεοῦ, ὡς εἶδεν Ἰακώβ, εἰ καὶ ἄλλως καὶ ἄλλως· ἐκεῖνος μὲν γὰρ ἄυλον, τὸ ἐσόμενον προμηνύουσαν ἀύλοις νοὸς ὀφθαλμοῖς, ἐγὼ δὲ τοῦ σαρκὶ ὁραθέντος μνήμης ἐμπύρευμα. Ἡ τῶν ἀποστόλων σκιὰ τὰ σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαίμονας ἐφυγάδευε· καὶ πῶς ἡ σκιὰ καὶ ἡ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται; Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε ἢ μὴ καινοτόμει «μηδὲ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Οὐ μόνον γράμμασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι. Φησὶ γοῦν ὁ θεῖος Βασίλειος ἐν εἰκοστῷ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος τριάκοντα κεφαλαίων ἐπὶ λέξεως οὕτως· «Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ εὐαγγέλιον.» Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥήματα. Πόθεν γὰρ ἴσμεν τὸν κρανίου τόπον τὸν ἅγιον, τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖδες παρὰ πατρὸς ἀγράφως παρειληφότες; Τὸ μὲν γὰρ ἐν τόπῳ κρανίου ἐσταυρῶσθαι τὸν κύριον γέγραπται καὶ τετάφθαι ἐν μνημείῳ, ὃ ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ· ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως ἴσμεν καὶ πλεῖστα τούτοις παρόμοια. Πόθεν τὸ τρὶς βαπτίζειν; Πόθεν τὸ κατ' ἀνατολὰς εὔχεσθαι; Πόθεν ἡ τῶν μυστηρίων παράδοσις; ∆ιὸ καὶ ὁ θεῖος ἀπόστολος Παῦλός φησιν· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε