1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

11

μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμμάτοις ἡ εἰκών· καὶ ὅπερ τῇ ἀκοῇ ὁ λόγος, τοῦτο τῇ ὁράσει ἡ εἰκών· νοητῶς δὲ αὐτῷ ἑνούμεθα. ∆ιὰ τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπόμνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελλόντων. Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸς ἃ βλέποντες τῷ δι' αὐτῶν ἐνεργήσαντι θεῷ προσέφερον τὴν προσκύνησιν καὶ τὴν λατρείαν. ∆ῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι' αὐτῶν εἰς ὑπόμνησιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες. Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ' ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι. Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι· φησὶ γάρ· «Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδάνου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ πᾶς ὁ λαός.» Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύματα, ἵν', ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι' αὐτοῦ οὐχ ὁ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ' ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι' οὗ ἡ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ. Ἀλλὰ ναί φησι· Ποίει Χριστοῦ τὸ εἰκόνισμα καὶ ἀρκέσθητι ἢ καὶ τῆς τούτου μητρὸς τῆς θεοτόκου. Ὢ τῆς ἀτοπίας. Ἐχθρὸν ἑαυτὸν διαρρήδην τῶν ἁγίων καθωμολόγησας· εἰ γὰρ Χριστοῦ μὲν εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν, ὅπερ οὐδεὶς τῶν ἀπ' αἰῶνος ἐτόλμησε ποιῆσαι ἢ ἐγχειρῆσαι τοιούτῳ τολμήματι. Τοῦ γὰρ Χριστοῦ ὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξάστων δηλαδὴ ἀποπτύεις τὸ ἐξεικόνισμα καὶ ψευδῆ τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς. «Ζῶ γὰρ ἐγώ,» λέγει κύριος, «καὶ τοὺς δοξάζοντάς με δοξάσω», καὶ ὁ θεῖος ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.» καὶ «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ' ἦ κατὰ τῶν ἁγίων. Φησὶ γοῦν Ἰωάννης ὁ θεόλογος καὶ ἐπιστήθιος, «ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ὥσπερ γὰρ τῷ πυρὶ ἑνούμενος ὁ σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇ ἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς γίνεται. Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ τοῦ θεοῦ· ἐκείνη γὰρ τῇ καθ' ὑπόστασιν ἑνώσει καὶ μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν, οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦ ὥσπερ τῶν προφητῶν ἕκαστος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος. Ὅτι δὲ τῇ θεώσει θεοὶ καὶ οἱ ἅγιοι, «ὁ θεός», φησίν, «ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ», ὅταν ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς ἑρμηνεύων φησὶν ὁ θεολόγος Γρηγόριος. Τῷ ∆αυὶδ ἐπηγγείλατο ὁ θεὸς οἰκοδομῆσαι αὐτῷ ναὸν διὰ τοῦ ἰδίου υἱοῦ Σολομῶντος καὶ κατασκευάσαι οἶκον ἀναπαύσεως. Τοῦτον Σολομὼν ᾠκοδόμησε καὶ ἐποίησε χερουβίμ, ὥς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ-οὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ «κύκλῳ»-ἀλλὰ καὶ βόας καὶ λέοντας καὶ ῥοΐσκους. Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονίσμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦ ὁ διαγορεύων νόμος· «Οὐ ποιήσεις πᾶν ὁμοίωμα;» Ἀλλ' ὁ σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματα- τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος-οὐδ'