1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

19

δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων. Ἔθυον δαίμοσιν Ἕλληνες, ἀλλὰ καὶ θεῷ ὁ Ἰσραὴλ καὶ αἵματα καὶ κνίσσας προσέφερον· θύει καὶ ἡ ἐκκλησία θεῷ θυσίαν ἀναίμακτον. ∆αίμοσι τὰς εἰκόνας ἀνετίθουν Ἕλληνες, ἀλλὰ καὶ ὁ Ἰσραὴλ ἐθεοποίησε τὰς εἰκόνας· ἔλεγον γάρ· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ τῆς Αἰγύπτου.» Ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη εἰκόνας ἀνατιθέαμεν. Εἰ δὲ λέγεις τὸν μακάριον Ἐπιφάνιον τρανῶς τὰς παρ' ἡμῖν ἀπαγορεῦσαι εἰκόνας, γνῶθι, ὡς ἐπίπλαστος ὁ λόγος ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφανίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνεσθαι. Οὐ γὰρ τοῖς συμπατράσιν ὁ πατὴρ μάχεται· ἑνὸς γὰρ ἁγίου πνεύματος μέτοχοι πάντες γεγόνασι· καὶ μάρτυς ἡ αὐτοῦ ἐκκλησία εἰ κόσι καλλωπιζομένη, ἕως οὗ ὁ ἄγριος καὶ ἀνήμερος Λέων ἔβρυξεν καὶ τὴν Χριστοῦ διετάραξε ποίμνην ποτίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπιχειρήσας ἀνατροπὴν θολεράν. 1,26 ∆έχου τοίνυν τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν, ὅτι, εἰ καὶ λέγει ἡ γραφή· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων», ἀλλ' οὖν οὐ τὸ μὴ προσκυνεῖν ἀψύχοις ἢ ἔργοις χειρῶν κωλύει, ἀλλὰ ταῖς δαιμόνων εἰκόσιν. Ὅτι μὲν οὖν ἀγγέλοις καὶ ἀνθρώποις καὶ βασιλεῦσι καὶ ἀσεβέσι προσεκύνησαν οἱ προφῆται καὶ ῥάβδῳ, εἴρηται· λέγει δὲ καὶ ∆αυίδ· «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.» Ἡσαΐας δὲ ἐκ προσώπου τοῦ θεοῦ· «Ὁ οὐρανός μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐρανὸς δὲ καὶ γῆ παντί που δῆλον, ὅτι κτίσματα. Καὶ Μωσῆς δὲ καὶ Ἀαρὼν σὺν παντὶ τῷ λαῷ χειροποιήτοις προσεκύνησαν. Φησὶ γοῦν Παῦλος ὁ χρυσοῦς τέττιξ τῆς ἐκκλησίας ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως», καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς τὸν οὐρανόν.» Ὥστε τὰ πρότερα ἅγια, ἥ τε σκηνὴ καὶ πάντα τὰ ἐν αὐτῇ, χειροποίητα ἦν· καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ. 2,19 Εἰ σταυρὸν καὶ λόγχην καὶ κάλαμον καὶ σπόγγον, δι' ὧν οἱ θεοκτόνοι Ἰουδαῖοι τὸν κύριόν μου ἐνύβρισαν καὶ ἀπέκτειναν, ὡς αἴτια σωτηρίας προσκυνῶ καὶ σέβω, τὰς ἐπὶ δόξῃ καὶ μνήμῃ τῶν τοῦ Χριστοῦ παθημάτων ἀγαθῷ σκοπῷ ὑπὸ τῶν πιστῶν κατασκευαζομένας εἰκόνας οὐ προσκυνήσω; Εἰ σταυροῦ εἰκόνα ἐξ οἱασοῦν ὕλης κατασκευασθεῖσαν προσκυνῶ, τοῦ σταυρωθέντος καὶ τὸν σταυρὸν σωτήριον δείξαντος τὴν εἰκόνα οὐ προσκυνήσω; Ὅτι δὲ οὐ τῇ ὕλῃ προσκυνῶ, δῆλον· καταλυθέντος γὰρ τοῦ ἐκτυπώματος τοῦ σταυροῦ, εἰ τύχοι, ἐκ ξύλου κατεσκευασμένου, πυρὶ τὸ ξύλον παραδίδωμι, ὁμοίως καὶ τῶν εἰκόνων. Ὅτι δὲ οὐ νέον τὸ τῶν εἰκόνων ἐφεύρημα καὶ ἡ τούτων προσκύνησις, ἀλλ' ἀρχαία τῆς ἐκκλησίας παράδοσις, δέχου τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν. Ὁ κύριος ἐν τῷ κατὰ Ματθαῖον ἱερῷ εὐαγγελίῳ τάδε φησὶ τοὺς ἑαυτοῦ μαθητὰς μακαρίζων καὶ σὺν αὐτοῖς πάντας τοὺς τῷ κανόνι αὐτῶν στοιχοῦντας καὶ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθοῦντας· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ἐπιποθοῦμεν οὖν καὶ ἡμεῖς ἰδεῖν, ὡς ἰδεῖν δυνατόν· «βλέπομεν γὰρ ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι» καὶ ἐν τῇ εἰκόνι καὶ μακαριζόμεθα. Αὐτὸς ὁ θεὸς πρῶτος ἐποίησεν εἰκόνα καὶ ἔδειξεν εἰκόνας· τὸν μὲν γὰρ ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἐποίησε. Καὶ Ἀβραὰμ δὲ καὶ Μωσῆς καὶ Ἡσαΐας καὶ πάντες οἱ προφῆται εἰκόνας εἶδον θεοῦ καὶ οὐκ αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ. Ἡ βάτος εἰκὼν ἦν τῆς θεομήτορος, καὶ μέλλοντι τῷ Μωσῇ ταύτῃ προσιέναι εἶπεν ὁ θεός· «Ὑπόλυσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ἡ γὰρ γῆ, ἐν ᾗ ἕστηκας, γῆ ἁγία ἐστίν.»