1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

49

διδασκαλίας ἔσται, ὥσπερ ὁ ζωγράφος τοῖς τύποις κατὰ τὸ πλέον διδάσκει. Τοῦ αὐτοῦ· Οὐδὲ Πολέμων ἔμοιγε σιγηθήσεται. Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ σφόδρα γ' αἰσχρὸς ἡδονῶν ὑπηρέτης. Ἐπεὶ δ' ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρών, οὐκ ἔχω δ' εἰπεῖν τίνα, Εἴτ' οὖν σοφόν τιν', εἴθ' ἑαυτόν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ' ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. Ἑταίραν εἰσκαλεῖ τις ἀκρατὴς νέος, Ἥδ' ὡς πυλῶνος ἦλθέ φασι πλησίον, Τῆς δ' ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα· καὶ γὰρ ἦν σεβασμία· Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ' ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, κεφαλαίου ὀγδόου· «Ἀλλὰ τύπος γενοῦ τῶν πιστῶν» «περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον τῶν καλῶν ἔργων» τουτέστι τῷ ἀρχετύπῳ τοῦ βίου, αὐτὸς ἔσο ὥσπερ εἰκὼν προκείμενος. Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας ἕκτης συνόδου· Πάλιν Νεστόριος καὶ πάλιν Κελεστῖνος καὶ Κύριλλος, ὁ μὲν γὰρ τὸν Χριστὸν διῄρει καὶ κατεδίχαζεν, οἱ δὲ τῷ δεσπότῃ συλλαμβανόμενοι τὸν κατατομέα κατέβαλλον. Ἔφεσος ταῦτα καὶ τῶν ἐκεῖσε πραχθέντων οἱ πίνακες δι' ἀγράφου φωνῆς σιγῶντες λαλοῦσι τὰ πράγματα. Τοῦ ἀρχαιοτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, ἐκ τοῦ ἑβδόμου βιβλίου τῶν Στρωματέων· Οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ αὐτὸς βιάζεται τοῦ εἶναι καλός, ἐκ τοῦ «ἀγαθοῦ καὶ πιστοῦ δούλου» μεταβαίνων δι' ἀγάπης εἰς «φίλον», διὰ τὸ τέλειον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο. Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκῃ, βιαζόμενος τῷ ἤθει καὶ κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων, ὅσα πλεονεκτήματά ἐστι τοῦ κατὰ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δὲ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τῶν κορυφαίων ἐκείνων κτήσασθαι βίον. Τοῦ ἁγίου Θεοδώρου, ἐπισκόπου Πενταπόλεως· Πάλιν τις ἀνὴρ τῶν πρώτων τῆς χώρας ἐκείνης, ∆ίων τοὔνομα, ὃς πολλοῖς ἀναθήμασι κατεκόσμησε τὸν ναὸν τοῦ ἁγίου μάρτυρος καὶ τὸ θυσιαστήριον αὐτοῦ ἀργυρένδυτον ἐποίησε. Καί τις τῶν οἰκετῶν αὐτοῦ κλέψας ἐξ αὐτοῦ χρήματα πολλὰ ἀπέδρα. Ὁ δὲ ∆ίων οὐ κατεδίωξεν ὀπίσω αὐτοῦ, ἀλλ' εἰς τὴν τοῦ μάρτυρος εἰκόνα ἀπελθὼν κηρῷ τὸν τύπον τῆς εἰκόνος αὐτοῦ ἀνέμαξε καὶ τῇ πίστει τοῦ ἁγίου μάρτυρος ἐν τῷ πυλεῶνι ἐκ τοῦ οἴκου αὐτοῦ ἐνέπηξε. Καὶ θεὶς ὁ παῖς ἑαυτὸν ἐπέστρεψεν ὡς ὑπό τινος ἐλαυνόμενος καὶ ἦλθε πρὸς τὸν ἴδιον δεσπότην μηδέν, ἐξ ὧν ἐσύλωσε, σπανίσας. Τοῦτο οὖν πάντες μαθόντες ἕως τῆς σήμερον ἡμέρας τοῖς ἀποδιδράσκουσιν ἐπιτελοῦσιν οἱ τῆς χώρας ἐκείνης. Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας κατὰ Ἀρειανῶνβιβλίου τρίτου· Τῆς δὲ οὐσίας τοῦ πατρὸς ἴδιον ὢν γέννημα ὁ υἱὸς εἰκότως καὶ τὰ τοῦ πατρὸς λέγει ἑαυτοῦ εἶναι· ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ λέγειν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἐπήγαγεν· «Ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί.» Τούτῳ δὲ πάλιν προσείρηκεν, ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ ἔστιν εἷς καὶ οὗτος νοῦς ἐν τοῖς τρισὶ ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκώς, ὅτι ἕν εἰσιν ὁ υἱὸς καὶ ὁ πατήρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστιν καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἡ γὰρ τοῦ υἱοῦ θεότης τοῦ πατρός ἐστι καὶ αὐτὴ ἐν τῷ υἱῷ ἐστι. Καὶ ὁ τοῦτο δὲ καταλαβὼν ἐπίσταται, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα· ἐν γὰρ τῷ υἱῷ ἡ τοῦ πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοῆσαι δύναται· ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτός