1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

2

ἐλαχίστῳ τῆς ἀξίας προσέχοντας ἢ λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις ὁ πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως («οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει»)· οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ ἀληθείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως. Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι. 2 Ἰωάννου ταπεινοῦ μοναχοῦ ∆αμασκηνοῦ πρὸς τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος. ∆ότε συγγνώμην αἰτοῦντι, δεσπόται μου, καὶ δέξασθε πληροφορίας λόγον παρ' ἐμοῦ τοῦ ἀχρείου καὶ ἐλαχίστου δούλου τῆς τοῦ θεοῦ ἐκκλησίας. Οὐ γὰρ δόξης ἕνεκεν ἢ φανητιασμοῦ πρὸς τὸ λέγειν ὥρμησα-θεὸς μάρτυς-, ἀλλὰ ζήλῳ ἀληθείας· αὐτὸν γὰρ μόνον ἐλπίδα σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷ ὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷ ἐλπίζω καὶ εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι ἐξίλασμα. Ὁ μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε κερδήσας προσήγαγε, καὶ ὁ τὰ δύο ἰσάριθμα δύο· ὁ δὲ τὸ ἓν εἰληφὼς κατορύξας καὶ ἄκαρπον τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷ ὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ' αὐτοῦ τοῦ λόγου τάλαντον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις, ὅπως ἐλθὼν ὁ κύριός μου εὕροι πολυπλασιαζόμενον καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυτάτην χαρὰν αὐτοῦ. Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξασθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν δύναμιν. -∆εύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι. Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώσαντι. 3 Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ ∆αμασκηνοῦ λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας. 2,2 ͂3,1 Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει, τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ' εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι' αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶ ἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε. Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ ἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ ∆αυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ ἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν. Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς