1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

20

Εἰ οὖν ἡ γῆ, ἐν ᾗ εἰκὼν τῆς θεοτόκου ὤφθη τῷ Μωσῇ, γῆ ἁγία ἐστί, πόσῳ μᾶλλον αὐτὴ ἡ εἰκών; Οὐ μόνον γὰρ ἁγία, ἀλλά, τολμῶ λέγειν, καὶ ἁγίων ἁγία. Ὁ κύριος ἐρωτήσασι τοῖς Φαρισαίοις· «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι τὴν γυναῖκα;» ἀπεκρίνατο· «Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.» Κἀγὼ λέγω ὑμῖν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν τῶν υἱῶν Ἰσραὴλ εἰδὼς αὐτῶν τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ἐπέτρεψεν αὐτοῖς μὴ ποιεῖν εἰκόνας. Νυνὶ δὲ οὐχ οὕτως ἐστίν· ἑστήκαμεν γὰρ βεβαίως ἐν τῇ πέτρᾳ τῆς πίστεως τὸ φῶς τῆς θεογνωσίας πλουτήσαντες. Ἀκούσατε, τί φησιν ὁ κύριος· «Μωροὶ καὶ τυφλοί, ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι ἐν αὐτῷ, καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» Καὶ ὁ ὀμνύων ἐν τῇ εἰκόνι ὀμνύει ἐν τῇ εἰκόνι καὶ ἐν τῷ εἰκονιζομένῳ ὑπ' αὐτῆς. Ὅτι μὲν οὖν ἡ σκηνὴ καὶ τὸ καταπέτασμα καὶ ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ πάντα τὰ ἐν τῇ σκηνῇ εἰκόνες ἦσαν καὶ τύποι καὶ ἔργα χειρῶν ἀνθρώπων, ἅτινα προσεκυνεῖτο ὑπὸ παντὸς Ἰσραήλ, ἔτι δὲ καὶ τὰ χερουβὶμ τὰ γλυπτὰ θεοῦ προστάγματι κατεσκευασμένα, ἱκανῶς ἀποδέδεικται. Φησὶ γὰρ ὁ θεὸς τῷ Μωσῇ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἄκουε καὶ τοῦ ἀποστόλου Παύλου μαρτυροῦντος, ὅτι χειροποίητα καὶ εἰκόνας προσεκύνει Ἰσραὴλ τοῦ θεοῦ τοῦτο προστάξαντος· «Εἰ μὲν γὰρ ἦν», φησίν, «ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεὺς ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» καὶ μετ' ὀλίγα «ἐν τῷ λέγειν «καινὴν» πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον.» καὶ πάλιν «οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν.» καὶ μεθ' ἕτερα «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Ὅρα, ὅτι καὶ ὁ νόμος καὶ πάντα τὰ κατ' αὐτὸν πᾶσά τε ἡ καθ' ἡμᾶς λατρεία χειροποίητά εἰσιν ἅγια δι' ὕλης προσάγοντα ἡμᾶς τῷ ἀύλῳ θεῷ, καὶ ὁ μὲν νόμος καὶ πάντα τὰ κατὰ τὸν νόμον σκιαγραφία τις ἦν τῆς μελλούσης εἰκόνος, τουτέστι τῆς καθ' ἡμᾶς λατρείας, ἡ δὲ καθ' ἡμᾶς λατρεία εἰκὼν τῶν μελλόντων ἀγαθῶν, αὐτὰ δὲ τὰ πράγματα ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἄυλος καὶ ἀχειροποίητος, καθώς φησιν ὁ αὐτὸς θεῖος ἀπόστολος· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» Πάντα γὰρ τά τε κατὰ τὸν νόμον καὶ τὰ κατὰ τὴν ἡμετέραν λατρείαν ἐκείνης χάριν ἐγένοντο. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας