1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

12

ἡμεῖς θεὸν εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα. Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο ὅ τε ναὸς καὶ ὁ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χριστοῦ αἵματι «τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου» καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος, ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷ ἡ ἐκκλησία ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶ ἐκτυπώμασιν ἀλόγων ὁ τοῦ θεοῦ οἶκος κατεκοσμεῖτο, νῦν δὲ ἁγίων τῶν ναοὺς ἐμψύχους καὶ λογικοὺς ἑαυτοὺς εἰς κατοικητήριον θεοῦ ζῶντος ἐν πνεύματι κατεσκευακότων. 2,9͂3,9 Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε· «Οὐ ποιήσεις σεαυτῷ», φησί, «γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα.» Ταῦτα τοῦ θεοῦ προστάξαντος «ἐποίησαν», φησί, «τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ», καὶ «ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ.» Τί ποιεῖς, ὦ Μωσῆ; Σὺ λέγεις· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα», καὶ σὺ καταπέτασμα κατασκευάζεις, «ἔργον ὑφαντὸν χερουβὶμ» καὶ «δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ»; Ἀλλ' ἄκουε, τί πρός σε ὁ θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται. Ὦ τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν.» Εἶπον, «ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα», καὶ «θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ». Οὐκ εἶπον· Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρεστηκότων τῷ ἱλαστηρίῳ, ἀλλ' «οὐ ποιήσεις σεαυτῷ θεοὺς χωνευτούς», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα» ὡς θεοῦ οὐδ' οὐ μὴ λατρεύσῃς «τῇ κτίσει παρὰ τὸν κτίσαντα». Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ «ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα». Οὕτω καὶ ὑμεῖς ποιεῖτε. 3,9 ἀνθρώπου (δεδούλωτο γὰρ τῇ ἁμαρτίᾳ ἡ φύσις τῆς ἀνθρωπότητος) οὐδὲ «ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα». Πάσης δὲ τῆς κτίσεως ὁμοίωμα τὴν σκηνὴν κατεσκεύασα «κατὰ τὸν τύπον τὸν δειχθέντα μοι ἐν τῷ ὄρει» καὶ χερουβὶμ σκιάζοντα τὸ ἱλαστήριον ὡς θεῷ παρεστηκότα. 2,10 Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν ἐγγεγραμμένα. Ἀλλ' ὅμως ἐπειδὴ πάντα τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων καὶ σωτηρίαν ἡμῶν καὶ καθαίρεσιν καὶ αἰσχύνην τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τε καὶ Ἑλλήνων καὶ τῶν λοιπῶν αἱρέσεων ὡς ψευδῆ καὶ μάταια περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ χαρὰν αὐτῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα καίτοι γε καὶ ὄνομα θεοῦ περιέχουσαν. Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ προσκυνεῖν καὶ καταφιλεῖν