1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

13

καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀσχηματίστου καὶ ἀχρωματίστου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα· καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ προσκυνήσει καὶ τιμῇ τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν. Καὶ ἐάν τις ἀνθρώπων ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλλης κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον. Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτως καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁγίων. Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνημόσυνον ἀνθρώπου ἑωρτάζετο-ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ τὸ σῶμα τοῦ τεθνηκότος ἀκάθαρτον ἐλογίζετο καὶ ὁ ἁπτόμενος αὐτοῦ -, νῦν δέ, ἀφ' οὗ ἡ θεότης τῇ ἡμετέρᾳ φύσει συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη. ∆ιὸ καὶ ὁ τῶν ἁγίων θάνατος ἑορτάζεται καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται. Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ ἢ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκου ἤ τινος τῶν ἁγίων καὶ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι τοῦ Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων καὶ ἐκδικητὴς τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται· ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων. 3,9α Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι· δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός. Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ ζωὴ καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν γεγραμμένα. Ἀλλ' ὅμως ἐπειδὴ τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ σωτηρίαν ἡμῶν καὶ δόξα μὲν τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων, αἰσχύνη δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τὰ αὐτὰ ὀνόματα περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ ἀπώλειαν ψυχῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα. Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ ὑπόμνησιν καὶ