1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

15

τοῦ Σαμουὴλ ἔσχισε, καὶ τί πέπονθεν; Ἔσχισε τὴν βασιλείαν αὐτοῦ ὁ θεὸς καὶ δέδωκεν αὐτὴν ∆αυὶδ τῷ πρᾳοτάτῳ. Τὸν Ἡλίαν Ἰεζάβελ ἐδίωξε, καὶ οἱ κύνες ἐλούσαντο ἐν τῷ αὐτῆς αἵματι. Ἡρῴδης ἀνεῖλε τὸν Ἰωάννην καὶ σκωληκόβροτος γενόμενος ἐξέψυξε. Καὶ νῦν ὁ μακάριος Γερμανὸς ὁ βίῳ καὶ λόγῳ ἐξαστράπτων ἐρραπίσθη καὶ ἐξόριστος γέγονε, καὶ ἕτεροι πλεῖστοι ἐπίσκοποι καὶ πατέρες, ὧν οὐκ οἴδαμεν τὰ ὀνόματα. Οὐ λῃστρικὸν τοῦτο; Ὁ κύριος, ὅτε πειραστικῶς αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι προσῄεσαν, ἵνα παγιδεύσωσιν αὐτὸν λόγῳ, καὶ ἐπηρώτησαν αὐτόν, εἰ «ἔξεστι δοῦναι κῆνσον καίσαρι», πρὸς οὓς ἀπεκρίνατο· «Ἀγάγετέ μοι νόμισμα.» Τῶν δὲ ἀγαγόντων ἔφη· «Τίνος ἔχει τὴν εἰκόνα;» Τῶν δὲ φησάντων «καίσαρος» λέγει· «Ἀπόδοτε τὰ τοῦ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ὑπείκομέν σοι, ὦ βασιλεῦ, ἐν τοῖς κατὰ τὸν βίον πράγμασι, φόροις, τέλεσι, δοσοληψίαις, ἐν οἷς σοι τὰ καθ' ἡμᾶς ἐγκεχείρισται· ἐν δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει ἔχομεν τοὺς ποιμένας τοὺς λαλήσαντας ἡμῖν τὸν λόγον καὶ τυπώσαντας τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν. Οὐ μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλὰ κατέχομεν τὰς παραδόσεις, καθὼς παρελάβομεν· εἰ γὰρ ἀρξόμεθα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας καὶ ἐν μικρῷ καθαιρεῖν, κατὰ μικρὸν τὸ πᾶν καταλυθήσεται. Κακίζεις τὴν ὕλην καὶ ἄτιμον ἀποκαλεῖς. Τοῦτο καὶ Μανιχαῖοι, ἀλλ' ἡ θεία γραφὴ καλὴν ταύτην ἀνακηρύττει· φησὶ γάρ· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Ἐγὼ μὲν οὖν καὶ θεοῦ ποίημα τὴν ὕλην καὶ καλὴν ταύτην ὁμολογῶ, σὺ δέ, εἰ κακὴν ταύτην λέγεις, ἢ οὐκ ἐκ θεοῦ ταύτην ὁμολογεῖς ἢ τῶν κακῶν αἴτιον ποιεῖς τὸν θεόν. Ὅρα οὖν, τί φησιν ἡ θεία γραφὴ περὶ τῆς ὕλης, ἣν σὺ ἄτιμον ἀποκαλεῖς. «Καὶ εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ, πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη· καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν.» Ἰδοὺ δὴ καὶ ἡ ὕλη τιμᾶται ἡ καθ' ὑμᾶς ἄτιμος. Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Ἢ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ἔργα χειρῶν ἀνθρώπων καὶ ὁμοίωμα χερουβίμ· καὶ αὐτὴ δὲ ἡ σκηνὴ ἅπασα εἰκὼν ἦν. «Ὅρα γάρ», φησὶν ὁ θεὸς τῷ Μωσῇ, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Καὶ ὅμως κυκλόθεν προσεκυνεῖτο ὑπὸ παντὸς τοῦ Ἰσραήλ. Τί δὲ τὰ χερουβίμ; Οὐ κατενώπιον ἦσαν τοῦ λαοῦ; Καὶ ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ ἡ στάμνος ἡ χρυσῆ καὶ ἡ ῥάβδος, πρὸς ἃ βλέπων ὁ λαὸς προσεκύνει; Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι' ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ τὴν κατοίκησιν θέμενον καὶ δι' ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον. «Ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πᾶσι δὲ δῆλον, ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν. Σέβω οὖν τὴν ὕλην καὶ δι' αἰδοῦς ἄγω καὶ προσκυνῶ, δι' ἧς ἡ σωτηρία μου γέγονε, σέβω δὲ οὐχ ὡς θεόν, ἀλλ' ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. Ἦ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον; Ἦ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος; Ἦ οὐχ ὕλη ἡ ζωηφόρος πέτρα, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἦ οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα; Ἦ οὐχ ὕλη ἡ ζωοποιὸς τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἦ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια; Ἦ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα