1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

6

ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, οὐ τρισὶ θεοῖς ἀλλ' ἑνί, οὐ διῃρημέναις ὑποστάσεσιν ἀλλ' ἡνωμέναις. Οὐ τρεῖς προσκυνήσεις προσάγω ἀλλὰ μίαν, οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ' ἑνιαίως ταῖς τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνησιν. Οὐ προσκυνῶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον (ἄπαγε), ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο μείνας, ὅπερ προῆν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ' ὑπόστασιν. ∆ιὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ' ὡς ὁρατὸν δι' ἡμᾶς γενόμενον ἐν μεθέξει σαρκὸς καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα· εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον; Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει αὐτὸ ὁ νομοθέτης ὧδέ πως ἐν τῷ ∆ευτερονομίῳ λέγων· 1,6 Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ' ἢ μόνῳ τῷ δημιουργῷ. ∆ιὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν· πάλιν γάρ φησιν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λα τρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν «τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ», καὶ μετ' ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» 2,8.20 καὶ πάλιν «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» 3,7 οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν «τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ», καὶ μετ' ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις ἑαυτῷ.» 1,7 Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονογραφίαν καὶ ὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγραπτον καὶ ἀόρατον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε», καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησίν· «Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.» Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ τοῦ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι