1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

46

ὑποδεικνύντα τὸν ἀσθενῆ λέγειν· «Πῶς ὑπεδέξω τοῦτον; Τίς δὲ ὁ ἐνταῦθα ἀγαγών; Οὗτος ὁ μετὰ τῶν εἰς ἐμὲ δυσφημούντων συμφραξάμενος. Οὗτος ὁ κατακρύψας τὴν εἰκόνα τοῦ θαύματος.» ∆ιαναστὰς δὲ ὁ κληρικὸς τὸ ὀφθὲν διηγήσατο, φήσας τῶν ἀδυνάτων τυγχάνειν ἰαθῆναι τοῦτον τῆς μάστιγος. Τῇ δὲ αὐτῇ νυκτὶ ὁ Εὐτυχιανὸς ὥσπερ εἰς ὕπνον ἐκ τῶν ὀδυνῶν ὑπαχθεὶς ὁρᾷ τινα νεανίαν εὐνοῦχον παραγαυδίῳ λαμπρῷ ἠμφιεσμένον λέγοντα αὐτῷ· «Τί ἔχεις;» Ὡς δέ «Ἀποθνήσκω», ἔφη, «κατατηκόμενος καὶ θεραπείας μὴ τυγχάνων» ἤκουε λέγοντος, ὡς «οὐδείς σοι δύναται βοηθῆσαι· ὁ γὰρ βασιλεὺς δεινῶς ὀργίζεται κατὰ σοῦ.» Ἠντιβόλει οὗτος καί φησι· «Τίνα κινήσω ἢ τί ποιήσω;» Ὁ δέ φησιν· «Εἰ θέλεις ἀνεθῆναι, ἄπιθι συντόμως ἐν τῷ λουτρῷ Ἑλενιανῶν καὶ ἐγγύθεν τῆς εἰκόνος τοῦ καυθέντος Ἀρειανοῦ ἀναπαύθητι.» Παραυτὰ δὲ διυπνίσας ἕνα τῶν ὑπηρετούντων ἐφώνει. Ἐξεπλάγησαν δέ· τριῶν γὰρ ἡμερῶν ἤδη παρελθουσῶν ἀφωνίᾳ συνείχετο. Καί φησι πρὸς αὐτούς, ἀπάγειν αὐτὸν κατὰ τὸ προσταχθὲν διεκελεύσατο. Φθάσας δὲ τὸν τόπον καὶ πρὸς τὴν εἰκόνα τεθεὶς ἐξέπνει· τὴν γὰρ ἀπὸ τοῦ σώματος διάστασιν τῆς ψυχῆς ἐλευθερίαν ἀνέσεως ὁ ὀφθεὶς ἀγορεύων ἠλήθευσεν. Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ· Ἀπὸ τεσσάρων μιλίων ∆αμασκοῦ χώριόν ἐστιν ἐπιλεγόμενον Καρσάτας· ἐν ᾧ χωρίῳ ναός ἐστι τοῦ ἁγίου Θεοδώρου. Ἐν τούτῳ τῷ ναῷ εἰσελθόντες Σαρακηνοὶ κατῴκησαν πάντα ῥύπον καὶ ἀκαθαρσίαν ἐκ γυναικῶν καὶ παίδων καὶ ἀλόγων ποιήσαντες. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν καθεζομένων πλειόνων αὐτῶν καὶ συντυγχανόντων ἔρριψεν εἷς ἐξ αὐτῶν σαγίταν κατὰ τῆς εἰκόνος τοῦ ἁγίου Θεοδώρου καὶ ἔκρουσεν εἰς τὸν δεξιὸν ὦμον αὐτοῦ, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ κατῆλθεν ἕως κάτω τῆς εἰκόνος, πάντων θεωρούντων τὸ γενόμενον σημεῖον καὶ τὴν σαγίταν πεπηγμένην εἰς τὸν ὦμον τοῦ ἁγίου καὶ τὸ αἷμα κατερχόμενον. Καὶ μὴν σημεῖον τοιοῦτον παράδοξον γενόμενον θεασάμενοι οὐκ ἦλθον εἰς συναίσθησιν· οὐ μετενόησεν ὁ τὴν σαγίταν ῥίψας, οὐκ ἐτάραξεν ἑαυτὸν εἷς ἐξ αὐτῶν, οὐκ ἀνεχώρησαν τοῦ ναοῦ, οὐκ ἐπαύσαντο ῥυποῦντες αὐτόν. Καὶ μέντοιγε τὴν ἐσχάτην ἔδωκαν τιμωρίαν. Εἰκοσιτεσσάρων γὰρ οἴκων ὑπαρχόντων ἐξ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαντες πικρῷ θανάτῳ ἐξηλείφθησαν, μηδενὸς τούτων τελευτήσαντος ἐν τῷ αὐτῷ χωρίῳ εἰ μὴ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐν ταῖς αὐταῖς ἡμέραις. Αὕτη οὖν ἡ εἰκὼν ἡ τοξευθεῖσα ἔτι περίεστιν ἔχουσα καὶ τὴν πληγὴν τῆς σαγίτας καὶ τὸν τύπον τοῦ αἵματος. Πολλοὶ δὲ ζῶσι τῶν θεασαμένων καὶ εὑρεθέντων τότε, ὅτε τὸ παράδοξον τοῦτο γέγονε. Κἀγὼ δὲ ὡς θεασάμενος τὴν αὐτοῦ εἰκόνα, καὶ θεασάμενος, ὃ ἐθεασάμην, ἔγραψα. Ἐκ τοῦ βίου τοῦ ἁγίου Συμεῶνος τοῦ θαυματουργοῦ ἐξήγησις Ἀρκαδίου, ἀρχιεπισκόπου Κύπρου, θαῦμα ἑκατοστὸν τριακοστὸν δεύτερον· Συνέβη δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἄνδρα τινὰ ἀγοραῖον τῆς πόλεως Ἀντιοχείας συνοχῇ δεινῇ κατέχεσθαι ὑπὸ δαίμονος πονηροῦ καὶ στενοχωρεῖσθαι ἐπὶ χρόνους, ὥστε καταπνίγεσθαι αὐτὸν ὑπ' αὐτοῦ, σφιγγομένων τῶν πνοϊκῶν αὐτοῦ. Οὗτος ἀνελθὼν πρὸς τὸν ἅγιον καὶ τυχὼν ἰάσεως ταῖς αὐτοῦ πρεσβείαις καὶ γενόμενος ὡς μηδὲν πεπονθὼς κακὸν καὶ ἐπανελθὼν εἰς τὸν ἴδιον οἶκον κατ' εὐχαριστίαν ἀνέστησεν αὐτῷ εἰκόνα ἐν δημοσίῳ καὶ ἐμφανεῖ τῆς πόλεως τόπῳ, ἐπάνω τῶν θυρῶν τοῦ ἐργαστηρίου αὐτοῦ. Ἰδόντες δὲ αὐτήν τινες τῶν ἀπίστων οὕτως ἐντίμως μετὰ φώτων καὶ βήλων δοξαζομένην καὶ πλησθέντες ζήλου συνετάραξαν τοὺς ὁμοίους αὐτῶν ἀτάκτους ἀνθρώπους, ὥστε συνελθεῖν πλῆθος καὶ ἐνταράχως κράζειν· «Αἶρε τοῦ ζῆν τὸν τοῦτο πεποιηκότα, καὶ ἡ εἰκὼν καταβληθήτω.» Συνέβη δὲ κατ' οἰκονομίαν θεοῦ