1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

50

ἐστιν ἐν τῇ εἰκόνι τοῦ βασιλέως ἡ ὁμοιότης, ὡς τὸν ὁρῶντα τὴν εἰκόνα ὁρᾶν τὸν βασιλέα ἐν αὐτῇ καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλάτειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα τὸν βασιλέα θεωρῆσαι, εἴποι ἂν τούτῳ ἡ εἰκών· «Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν τί ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ κἀκεῖνος ἐν ἐμοί, καὶ ὃ ὁρᾷς ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, βλέπεις τοῦτο ἐν ἐμοί· ὁ γὰρ προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα. Ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδος αὐτοῦ ἐστιν ἡ εἰκών.» Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἄρχοντα· Τί φασι πρὸς ταῦτα οἱ ἀποστρεφόμενοι καὶ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χαρακτῆρας τῶν ἁγίων, οἵτινες δι' ὑπόμνησιν παρ' ἡμῶν ἐκτυποῦνται; Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, πρὸς Γρατιανὸν τὸν βασιλέα περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ θεοῦ λόγου· Θεὸς πρὸ τῆς σαρκὸς καὶ θεὸς ἐν σαρκί. Ἀλλὰ φόβος, φησί, μὴ δύο ἡγεμονικὰ ἢ σοφίαν διττὴν ἀπονέμοντες Χριστῷ μερίζειν δόξωμεν Χριστόν. Ἆρα οὖν μή, ὁπότε καὶ τὴν θεότητα αὐτοῦ καὶ τὴν σάρκα προσκυνοῦμεν, μερίζομεν τὸν Χριστὸν ἤ, ὅτε ἐν τῷ αὐτῷ καὶ τὴν τοῦ θεοῦ εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, διαιροῦμεν αὐτόν; Μὴ γένοιτο. Κυρίλλου, πατριάρχου Ἱεροσολύμων, τῆς δωδεκάτης κατηχήσεως· Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν κόσμον, ἀλλ' ὁ κόσμος διὰ τὸν ἄνθρωπον· ἥλιος μὲν γὰρ λαμπρότατος, αὐγαῖς ἀποστίλβων, ἀλλὰ διὰ τὸν ἄνθρωπον, φαμέν, ἐγένετο. Καὶ πάντα τὰ ζῶα διὰ τὸ δουλεύειν ἡμῖν κατέστη, βοτάναι καὶ δένδρα διὰ τὴν ἡμετέραν ἀπόλαυσιν ἐκτίσθη. Πάντα καλὰ τὰ δημιουργήματα, ἀλλ' οὐδὲν τούτων εἰκὼν τοῦ θεοῦ, μόνος δὲ ἄνθρωπος. Ἥλιος προστάγματι μόνῳ, ἄνθρωπος δὲ χερσὶ θείαις ἐπλάσθη· «ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται, πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ; Τοῦ ἁγίου Βασιλείου πρὸς τὸν ἅγιον Φλαβιανὸν περὶ τῆς Σαμαρείτιδος· Ἐν τόπῳ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ κύριος ἡμῶν μεταδιδάσκων· «Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», φησίν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ ἐν τῷ υἱῷ προσκυνεῖν λέγομεν τὸν πατέρα, ὡς ἐν εἰκόνι θεοῦ πατρός, οὕτω καὶ ἐν τῷ πνεύματι ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ κυρίου θεότητα. Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ εἰς τὸ βάπτισμα· Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διωκτής-προσβαλεῖ δέ· καὶ γὰρ τῷ λόγῳ καὶ θεῷ μου προσέβαλε, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον-, ἔχεις, ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προβαλοῦ τὸ πνεῦμα, προβαλοῦ τὸ ὕδωρ. Καὶ μετ' ὀλίγα· Εἰπὲ τῇ σφραγῖδι θαρρήσας· «Εἰκών εἰμι θεοῦ· τῆς ἄνω δόξης οὔπω δι' ἔπαρσιν ὥσπερ σὺ καταβέβλημαι. Χριστὸν ἐνδέδυμαι, Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι. Σύ με προσκύνησον.» Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς Μακκαβαίους· Τὰ τῶν βασιλικῶν ἐκτυπώματα χαρακτήρων οὐ μόνον ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ταῖς τιμιωτέραις ὕλαις εὕροι τις ἂν διαλάμποντα, ἀλλ' ἤδη καὶ ἐν χαλκῷ τὴν αὐτὴν ἔστιν ἰδεῖν χαραττομένην μορφήν. Καὶ ἡ διαφορὰ τῶν ὑλῶν οὐ λυμαίνεται τῷ ἀξιώματι τοῦ χαρακτῆρος οὐδὲ ἀμβλύνει τὴν ἀπὸ τῶν κρειττόνων τιμὴν ἡ τῆς ἐλάττονος μετοχή, ἀλλὰ πάσας ὁμοίως ὁ βασιλικὸς τύπος σεμνύνει καὶ οὐδὲν ἀπὸ τῆς ὕλης αὐτὸς ἐλαττούμενος τιμιωτέραν τὴν δεχομένην ἐργάζεται. Τοῦ αὐτοῦ κατὰ Ἰουλιανοῦ τοῦ ἀθέου ἐκ τοῦ πρώτου λόγου· Τί δὲ ὁ νέος Ναβουχοδονόσορ; Οὐδὲν γὰρ οὗτος εἰς ἡμᾶς τοῦ πάλαι φιλανθρωπότερον ἐπεδείξατο, οὗ οἱ ἄνθρακες ἡμᾶς ἔτι διαθλίβουσιν, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὐχὶ καὶ τὰ ἀναθήματα τῶν ἁγίων ἐπ' ἐκκλησίαις κείμενα εἰς προσκύνησιν τῶν πιστῶν δηλοῦσι τὴν λώβην τοῦ σώματος; Τοῦ αὐτοῦ εἰς τὸν