1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

34

καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, βασιλέα καὶ μάλιστα τὸν θεόν. -Εἴθε γάρ, πάλιν λέγω, ἐποίησας καὶ σὺ εἰκόνας Μωσαϊκὰς καὶ προφητικὰς καὶ καθ' ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ δεσπότῃ αὐτῶν θεῷ. Ὅταν τοίνυν ἴδῃς χριστιανῶν παῖδας προσκυνοῦντας τῷ σταυρῷ, γνῶθι, ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσι καὶ οὐ τῷ ξύλῳ. Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσκυνεῖν εἶχον, ὥσπερ σὺ ὁ Ἰσραὴλ προσεκύνησας τούτοις ποτέ, λέγων τῷ δένδρῳ καὶ τῷ λίθῳ, ὅτι «σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας». Ἡμεῖς δὲ οὐχ οὕτως λέγομεν τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων· οὐ γὰρ θεοὶ ἡμῶν εἰσιν, ἀλλὰ βίβλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις προφανῶς κείμεναι καὶ προσκυνούμεναι. Ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, ᾧ ὁ μάρτυς ἐμαρτύρησεν· ὁ προσκυνῶν τῷ ἀποστόλῳ τοῦ Χριστοῦ τῷ ἀποστείλαντι αὐτὸν προσκυνεῖ· καὶ ὁ προσπίπτων τῇ μητρὶ τοῦ Χριστοῦ πρόδηλον, ὅτι τῷ υἱῷ αὐτῆς τὴν τιμὴν προσφέρει. Οὐδεὶς γὰρ θεός, εἰ μὴ εἷς ὁ ἐν τριάδι καὶ μονάδι γνωριζόμενός τε καὶ λατρευόμενος. (Σχόλιον) Οὗτος πιστὸς ἐξηγητὴς τῶν τοῦ μακαρίου Ἐπιφανίου λόγων ὁ τοῖς ἑαυτοῦ λόγοις τὴν Κυπρίων κατακοσμήσας νῆσον ἢ οἱ ἀπὸ καρδίας λαλοῦντες. Ἄκουε δὲ καὶ Σευηριανοῦ ἐπισκόπου Γαβάλων, οἷά φησιν. Σευηριανοῦ, ἐπισκόπου Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ σταυροῦ· Πῶς ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ἡμετέροις προγόνοις; Καὶ μετ' ὀλίγα· Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξεν. ∆ιὰ τί οὖν ταῦτα ἐποίει Μωσῆς ὁ εἰπὼν τῷ λαῷ· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ χωνευτὸν οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς;» Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Εἰπέ, ὦ πιστότατε θεοῦ θεράπον· ὃ ἀπαγορεύεις, ποιεῖς; ὃ ἀνατρέπεις, κατασκευάζεις; Ὁ λέγων· «Οὐ ποιήσεις γλυπτόν», ὁ τὸν χωνευθέντα βοῦν κατελάσας, σὺ ὄφιν χαλκουργεῖς; Καὶ τοῦτο οὐ λάθρᾳ, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ' ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας· νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας. Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτήν. Καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτον βεβαιοῦντος καὶ λέγοντος· «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» (Σχόλιον) Σύνες, ὡς διὰ τὸ ἀπαγαγεῖν ἔφη τὸν λαὸν τῆς εἰδωλολατρείας εὐόλισθον καὶ ἕτοιμον ὄντα πρὸς τοῦτο μὴ ποιεῖν πᾶν ὁμοίωμα ἐνομοθέτησε, καὶ ὅτι εἰκὼν ἦν τοῦ πάθους τοῦ κυρίου ὁ ὑψωθεὶς ὄφις. Ὅτι δὲ οὐ καινὸν ἐφεύρημα τὸ τῶν εἰκόνων, ἀλλὰ ἀρχαῖον καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσιν ἐγνωσμένον τε καὶ εἰθισμένον, ἄκουε· Γέγραπται ἐν τῷ βίῳ Βασιλείου τοῦ μάκαρος τῷ δι' Ἑλλαδίου, τοῦ αὐτοῦ μαθητοῦ καὶ διαδόχου τῆς αὐτοῦ ἱεραρχίας, ὡς παρειστήκει ὁ ὅσιος τῇ τῆς δεσποίνης εἰκόνι, ἐν ᾗ καὶ ὁ χαρακτὴρ ἐγέγραπτο Μερκουρίου τοῦ ἀοιδίμου μάρτυρος· παρειστήκει δὲ ἐξαιτῶν τὴν Ἰουλιανοῦ τοῦ ἀθεωτάτου καὶ ἀποστάτου τυράννου ἀναίρεσιν. Ἐξ ἧς εἰκόνος ἐμυήθη ταύτης τὴν ἀποκάλυψιν· ἑώρα γὰρ πρὸς μὲν