1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

51

νιπτῆρα· Ὥσπερ γάρ, ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν καταπέμπωνται καὶ εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ' εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφήν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτως καὶ ἡ κτίσις. Σευηριανοῦ Γαβάλων εἰς τὸν σταυρόν, λόγου τετάρτου· «Ἐπάταξε Μωσῆς τὴν πέτραν καὶ ἅπαξ καὶ δίς.» ∆ιὰ τί δὲ ἅπαξ καὶ δίς; Εἰ δυνάμει θεοῦ ὑπακούει, τίς χρεία δευτέρας πληγῆς; Εἰ δὲ ἐκτὸς δυνάμεως θεοῦ τύπτει, οὐ δευτέρα, οὐ δεκάτη οὐδὲ ἑκατοστὴ πληγὴ δυνήσεται ἐπιθεῖναι τῇ ἀγόνῳ φύσει γόνιμον φύσιν. Εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄνευ μυστηρίου σταυροῦ, ἤρκει τὸ ἅπαξ, ἤρκει καὶ νεῦμα μόνον, ἤρκει καὶ λόγος. Ἀλλ' ἵνα τὴν εἰκόνα τοῦ σταυροῦ προτυπώσῃ, τοῦτο γίνεται. «Ἐπάταξε», φησί, «Μωσῆς καὶ ἅπαξ καὶ δίς», οὐ κατὰ τὸ αὐτὸ σχῆμα, ἀλλὰ σταυροτύπως γράφων, ἵνα καὶ ἡ ἄψυχος φύσις αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον. Εἰ γὰρ βασιλέως ἀπόντος εἰκὼν ἀναπληροῖ χώραν βασιλέως καὶ προσκυνοῦσιν ἄρχοντες καὶ ἱερομηνίαι ἐπιτελοῦνται καὶ ἄρχοντες ὑπαντῶσι καὶ δῆμοι προσκυνοῦσιν οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ πρὸς τὸν χαρακτῆρα τοῦ βασιλέως οὐκ ἐν τῇ φύσει θεωρουμένου, ἀλλ' ἐν γραφῇ παραδεικνυμένου, πολλῷ μᾶλλον ἀθανάτου βασιλέως εἰκὼν δύναται οὐ πέτραν ῥῆξαι μόνον, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ πᾶσαν τὴν οἰκουμένην. Ἐκ τῆς Χρονογραφίας Ἰσιδώρου διακόνου· Ἥμαρτε Θεόφιλος λοιδορήσας Ἰωάννην τὸν Χρυσόστομον πρὸς Εὐδοξίαν τὴν βασίλισσαν, ὅτι τὰ τῆς Ὠριγένους αἱρέσεως φρονεῖ· ἐχθραινομένη ἡ αὐγούστα πρὸς Ἰωάννην τὸν εἰρημένον προφάσει τοῦ ἀμπελῶνος τῆς χήρας, καὶ διὰ τὴν ἁμαρτίαν ταύτην οὐκ ἐδυνήθη ὁ Θεόφιλος παραδοῦναι τὴν ψυχήν, ἄχρις οὗ ἦλθεν ἡ εἰκὼν τοῦ Χρυσοστόμου· καὶ προσκυνήσας αὐτὴν παρέδωκε τὸ πνεῦμα. Ἱερωνύμου, πρεσβυτέρου Ἱεροσολύμων· Τῆς γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρόν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι. Ἀπόκρισις· ∆ιὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν ὁ θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν θεὸν πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς χριστιανοῖς περὶ τοῦ σταυροῦ καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως. Ὥσπερ οὖν ὁ Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰ δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ θεοῦ ταῦτα προσκυνεῖν ἢ ἀσπάζεσθαι, οὕτως καὶ οἱ χριστιανοὶ οὐχ ὡς θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν. Τοῦ μεγάλου Συμεὼν τοῦ θαυμαστοῦ ὄρους περὶ εἰκόνων· Ἴσως δέ τις τῶν ἀπίστων φιλόνεικος ὢν ἀμφισβητήσει λέγων, ὅτι καὶ ἡμεῖς ἐν ταῖς ἐκκλησίαις εἰκόνας προσκυνοῦντες ὡς ἀψύχοις προσευχόμενοι εἰδώλοις λογισθησόμεθα. Μὴ οὖν γένοιτο ἡμᾶς τοῦτο ποιεῖν· τὰ γὰρ τῶν χριστιανῶν πίστις ἐστὶ καὶ ὁ ἀψευδὴς ἡμῶν θεὸς ἐνεργεῖ τὰς δυνάμεις. Οὐ γὰρ τοῖς χροϊδίοις, ἀλλὰ ἐν ὑπομνήσει τοῦ ἀντιτύπου γράμματος ὁρῶντες τὸν ἀόρατον διὰ τῆς ὁρωμένης γραφῆς ὡς παρόντα δοξάζομεν, οὐχ ὡς μὴ ὄντι θεῷ πιστεύοντες, ἀλλ' ὡς ὄντι ἀληθῶς, οὔτε τοῖς ἁγίοις ὡς μὴ οὖσιν, ἀλλ' ὡς οὖσι καὶ ζῶσι παρὰ τῷ θεῷ, καὶ τῶν πνευμάτων αὐτῶν ἁγίων ὄντων καὶ δυνάμει θεοῦ βοηθούντων τοῖς ἀξίοις ὡς δεομένοις αὐτῶν. Ἀναστασίου, ἀρχιεπισκόπου Ἀντιοχείας, πρὸς Συμεών, ἐπίσκοπον Βόστρων, περὶ τοῦ σαββάτου· Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τῇ εἰκόνι· οὐ μήν, ἐπεὶ οὐ προσκυνεῖται διὰ τὸ παρεῖναι τόν, δι'