1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

22

δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποίνης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν ταύτην ἐπιστάμενος.» Ἀλλ' ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν· πρῶτον, τί ἐστιν εἰκών; δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας; Εἶτα καὶ περὶ προσκυνήσεως· πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι· πέμπτον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν ἡ εἰκὼν τῷ πρωτοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳ- ἄλλο γάρ ἐστιν ἡ εἰκὼν καὶ ἄλλο τὸ εἰκονιζόμενον-καὶ πάντως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶ ἄλλο ἐκεῖνο. Οἷόν τι λέγω· Ἡ εἰκὼν τοῦ ἀνθρώπου, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος, ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει· οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ. Καὶ ὁ υἱὸς εἰκὼν φυσικὴ ὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν· υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ. ∆εύτερον, τίνος χάριν ἐστὶν ἡ εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δεικτική. Οἷόν τι λέγω· Ἐπειδὴ ὁ ἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτομένης τῆς ψυχῆς οὔτε τῶν μετ' αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶ ἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη ἡ εἰκών, πάντως δὲ πρὸς ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμάτων διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲ ἐναντία τουτέστι τὰ κακὰ ἀποστραφῶμεν καὶ μισήσωμεν. Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; ∆ιαφοραὶ δὲ εἰκόνων εἰσί. Πρώτη μὲν οὖν εἰκών ἐστιν ἡ φυσική. Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν. Πρώτη οὖν φυσικὴ καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε», καὶ πάλιν «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν.» Ὅτι δὲ εἰκών ἐστιν ὁ υἱὸς τοῦ πατρός, φησὶν ὁ ἀπόστολος· «Ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ», καὶ πρὸς Ἑβραίους «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», καὶ ὅτι ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τοῦ Φιλίππου εἰπόντος· «∆εῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν», φησὶν ὁ κύριος· «Τοσοῦτον χρόνον ἔχω μεθ' ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.» Ἔστι μὲν ὁ υἱὸς εἰκὼν τοῦ πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος· ὁ μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ. Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον εἰκὼν τοῦ υἱοῦ· «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.» ∆ιὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶ ἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα· φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτικὸν τὸ πνεῦμα. Ὁμοία δὲ καὶ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐν μόνῳ τῷ ἐκπορευτῷ τὸ διάφορον ἔχον· ὁ μὲν γὰρ υἱὸς γεννητός, ἀλλ' οὐκ ἐκπορευτός. Καὶ ἑκάστου δὲ πατρὸς ὁ υἱὸς φυσική ἐστιν εἰκών. Καὶ οὗτος μὲν ὁ πρῶτος τρόπος τῆς εἰκόνος, ὁ φυσικός.