1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

27

αὐτοῦ· δι' αὐτὸν γὰρ ᾔτησεν. Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν ἰάσεων. Οὕτως ἡ σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰ ἰάματα. Ὅσοι δὲ ἀνταρτικῶς καὶ ἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι. Καὶ ὅσοι καταφρονητικῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶ ὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται. Καὶ μαρτυροῦσιν οἱ παῖδες οἱ Ἐλισσαίου καταφρονητικῶς καταβοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι. ∆εύτερος τρόπος, καθ' ὃν προσκυνοῦμεν κτίσματα, δι' ὧν καὶ ἐν οἷς ἐνήργησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα, τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστάσεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸ ὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸ ὄλβιον τέμενος. Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦ ἅγιον καὶ πᾶν, ἐφ' ᾧ θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰ ὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι' αὐτῶν καὶ ἐν αὐτοῖς ηὐδόκησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι. Καὶ ἀγγέλους γὰρ καὶ ἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μου σέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν. Οὐ προσκυνῶ Ἰουδαίοις· οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι. «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου», φησὶν ὁ ∆αυίδ, «καὶ τόπον σκηνώματος δόξης σου,» καὶ «προσκυνήσατε εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», καὶ «προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ.» Ὄρος ἅγιον ἔμψυχον θεοῦ ἡ ἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱ ἀπόστολοι· «τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Τρίτος τρόπος, καθ' ὃν προσκυνοῦμεν τὰ τῷ θεῷ ἀνακείμενα, τὰ ἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους· «ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» ∆ίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τράπεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια· ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ. Τέταρτος τρόπος, καθ' ὃν προσκυνοῦνται αἱ εἰκόνες αἱ ὀφθεῖσαι τοῖς προφήταις (ἐν εἰκονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ἡ ῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς παρθένου μυστήριον καὶ ἡ στάμνος καὶ ἡ τράπεζα· καὶ Ἰακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ σωτῆρος. Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον· αὐτὴ γὰρ ἡ σκηνὴ εἰκὼν ἦν παγκόσμιος («ὅρα» γάρ, φησὶ τῷ Μωσῇ, «τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει») καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν. Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων. Πέμπτος τρόπος, καθ' ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦ ἔχουσι καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης. Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶ ἐξουσίαις ὄντων («ἀπόδοτε» γάρ, φησί, «πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν»), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι προσεκύνησεν. Ἕβδομος τρόπος,