1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

41

πρὸς θεὸν εὐχομένου τρόπον. Τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ' ὅλης τῆς Ῥωμαίων γῆς, ἐν αὐτοῖς δὲ τοῖς βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς τὸν οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε ἐκτεταμένω, εὐχομένου σχήματι. Ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν ἐν ταῖς εἰκονογραφίαις εὐχόμενον ἱστορεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου βιβλίου· Ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία τε τιμῆς πλείστης τῶν τε αὐτῆς ἕνεκα θεοφιλῶν πράξεων τοῦ τε ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γεννησαμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα μὴ οὖσαν τὸ πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ τῷ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ' αὐτοῖς τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα. Τοῦ αὐτοῦ τετάρτου λόγου κεφαλαίου ξθʹ· Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ τῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινῇ καὶ πάσης συμφορᾶς ἐπέκεινα τῇ ἀκοῇ δεδεμένοι πένθος ἄσχετον ἐποιοῦντο. Λουτρὰ δὲ ἀπεκλείοντο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάντα, ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. Κατηφεῖς δὲ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ τε οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον. Καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόναις, εἰς ἔργα δὲ χωροῦντες εἰκόνων ἀναθήμασιν, οἱάπερ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἀψίδα δὲ οὐρανῶν ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες. Τοῦ αὐτοῦ κεφαλαίου ογʹ· Τούτῳ γοῦν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ' ἑνὸς ἐγίνετο, ὡς εἰκόνων ἀναστάσει παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν. Θεοδωρήτου, ἐπισκόπου Κύρρου, καὶ Πολυχρονίου ἐκ τῆς εἰς τὸν Ἰεζεκιὴλ ἑρμηνείας· Καὶ ὥσπερ οἱ Ῥωμαῖοι τὰς βασιλικὰς εἰκόνας γράφοντες τούς τε δορυφόρους περιιστῶσι καὶ τὰ ἔθνη ὑποτεταγμένα ποιοῦσι, τὸν ὅμοιον τρόπον κἀνταῦθα· ἐπειδὴ ὁ βασιλεὺς διὰ τῆς ὀπτασίας σχηματίζει τὸν θεὸν ὡς ἐπὶ θρόνου ὀχούμενον πάντων τῶν ἐπὶ γῆς δείκνυσι τὰς εἰκόνας τῷ τε σχήματι τὸ πρέπον ἀποδίδωσι κατὰ πάντων τῶν τοῦ θεοῦ διδάσκων τὴν δεσποτείαν. Τοῦ αὐτοῦ· «Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐν αὐτῇ ὅλην τὴν Ἱερουσαλὴμ καὶ δώσεις ἐν αὐτῇ περιοχὴν καὶ οἰκοδομήσεις ἐν αὐτῇ προμαχῶνας καὶ περιβαλεῖς ἐπὶ αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτῇ παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.» Ἑρμηνεία· Εἴ σοι φοβερὸν νενόμισται τὸ ἐξ ἐναντίας τῷ πλήθει διαλέγεσθαι καὶ προλέγειν τῆς πόλεως τὴν πόρθησιν καὶ τοῦ ναοῦ τὴν κατασκαφὴν καὶ τὰ ἐκ τούτων συμβησόμενα δεινά, ἑτέρως τοῦτο μήνυσον ὡς κἀκείνους σωφρονίζειν καὶ σὲ δεικνύναι τὴν ἐπιείκειαν. «Καὶ λαβών», φησί, «πλίνθον διάγραψον τὴν πόλιν.» Ἐπιγεγράφθω δὲ τῆς πόλεως ἡ προσηγορία, ὥστε γνωρίζεσθαι ταύτην οὖσαν «τὴν Ἱερουσαλήμ». Ποιήσας δὲ τὴν πόλιν περίστησον τῷ τῆς γραφῆς σχήματι «χάρακα», ἵνα ἐστὶ στρατοπέδου πλῆθος. Αἱ δὲ δυνάμεις κατὰ τάξιν πολεμικὴν προσιέτωσαν· τοῦτο γὰρ λέγει «παρεμβολὰς» ἀντὶ τοῦ τάγματα στρατιωτικὰ παρεστῶτα, μὴ μόνον περιπεφραγμένα ὅπλοις, ἀλλὰ τὰ μηχανήματα ἐπιφερόμενα, οἷς καθαιρήσουσι τὰ τείχη ταῦτα· τὰ τείχη γὰρ ταῦτα μηνύει «τὰς βελοστάσεις». Θαυμασιώτατα δὲ μόνον τὴν περὶ τὴν πόλιν περίστασιν τοῦ πλήθους μηνύει, ἵνα πρὸ τῶν δεινῶν τῷ φόβῳ καταπλήξας ἀποστήσῃ αὐτῆς τὴν παρανομίαν.