1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

7

τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκόνι περιγραφόμενον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ ἀμέγεθες καὶ ἀόριστον; Πῶς ποιωθήσεται τὸ ἀνείδεον; Πῶς χρωματουργηθήσεται τὸ ἀσώματον; Τί οὖν τὸ αἰνιγματικῶς μηνυόμενον; ∆ῆλον ὡς, ὅταν ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε δράσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἀσώματος καὶ ἀσχημάτιστος ἄποσός τε καὶ ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττε καὶ ἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον. Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ σύμβολα φύσεως δι' ἐνεργείας σαρκὸς ἐνεργείᾳ θείᾳ πραττόμενα, τὸν σταυρὸν τὸν σωτήριον, τὴν ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασι. Μὴ φοβοῦ, μὴ δέδιθι· οἶδα διαφορὰν προσκυνήσεων. Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ, ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον ὠνήσατο, ἀνδράσιν ἀσεβέσι καὶ ἀγνωσίαν νοσοῦσι θεοῦ. Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷ ἀδελφῷ καὶ Φαραὼ ἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου προσεκύνησε· προσεκύνησαν μέν, ἀλλ' οὐκ ἐλάτρευσαν. Προσεκύνησαν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ ∆ανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ' οὐκ ἐλάτρευσαν. Ἕτερον γάρ ἐστιν ἡ τῆς λατρείας προσκύνησις καὶ ἕτερον ἡ ἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα ὑπερέχουσιν. 3,8 Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ εἰκόνι μὴ περιγραφόμενον. «Ὁ μὲν γὰρ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·» καὶ «ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδουλωμένοι, ὅτε ἦμεν νήπιοι.» «Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.» «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ ἀμέγεθες καὶ ἀόριστον καὶ ἀνείδεον; Πῶς χρωματουργη θήσεται τὸ ἀσώματον; Πῶς σχηματισθήσεται τὸ ἀσχημάτιστον; Τί οὖν τὸ μυστικῶς μηνυόμενον; ∆ηλονότι νῦν μὲν θεὸν μὴ εἰκονίσῃς τὸν ἀόρατον· ὅταν δὲ ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε ποιήσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἄποσος καὶ ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττέ τε καὶ ἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον. Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν,