1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

36

αὐτοῦ πεπραγμένων μεταξὺ αὐτοῦ τε καὶ Θεοδοσίου ἐπισκόπου· Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε, καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς δεσποίνης ἡμῶν τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων. Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Θεουπόλεως καὶ πατριάρχου Ἀναστασίου περὶ σαββάτου, καὶ πρὸς Συμεὼν ἐπίσκοπον Βόστρης· Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ ἀντ' αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν αὐτοῦ περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τὴν εἰκόνα· οὐ μήν, ἐπεὶ μὴ προσκυνεῖται διὰ τὸ παρεῖναι τὸν δι' ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν ἔδει. Καὶ μετ' ὀλίγα· Ὥσπερ γὰρ ὁ παροινῶν εἰκόνι βασιλέως τιμωρίαν ὑφίσταται ὡς αὐτόχρημα βασιλέα ἀτιμάσας, καίτοι τῆς εἰκόνος οὐδὲν ἕτερον οὔσης ἢ ξύλον καὶ χρώματα κηρῷ μεμιγμένα καὶ κεκραμένα, τὸν αὐτὸν τρόπον ὁ τὸν τύπον τοῦδέ τινος ἀτιμάζων εἰς αὐτὸ ἐκεῖνο, οὗ τύπος ἐστίν, ἀναφέρει τὴν ὕβριν. 1,64 ͂2,67 Ἐκ τοῦ Λειμωναρίου τοῦ ἁγίου πατρὸς ἡμῶν Σωφρονίου, ἀρχιεπισκόπου Ἱεροσολύμων· Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν, ἀγωνιστὴς πάνυ· ἐπολέμει δὲ αὐτῷ ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· «Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ' ἐμοῦ· συνεγήρασάς μοι.» Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέγων· «Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.» Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι «μὰ τὸν ἐνοικοῦντα ἐν τοῖς ὑψίστοις· Οὐκ εἴπω τινί, ὅπερ λέγεις μοι.» Τότε λέγει αὐτῷ ὁ δαίμων· «Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμῶ.» Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Λέγει ὁ ἔγκλειστος τῷ δαίμονι· «Ἄφες, σκέψομαι.» Τῇ οὖν ἐπαύριον δηλοῖ τῷ ἀββᾷ Θεοδώρῳ τῷ Αἰλιώτῃ οἰκοῦντι τότε ἐν τῇ λαύρᾳ Φαράν, καὶ ἦλθε καὶ διηγεῖται ἅπαντα. Ὁ δὲ γέρων λέγει τῷ ἐγκλείστῳ· «Ὄντως, ἀββᾶ, ἐνεπαίχθης, ὅτι ὤμοσας τῷ δαίμονι, πλὴν καλῶς ἐποίησας ἐξειπών. Συμφέρει δέ σοι μὴ ἐᾶσαι εἰς τὴν πόλιν ταύτην πορνεῖον, εἰς ὃ μὴ εἰσέρχῃ, ἢ ἵνα ἀρνήσῃ τὸ προσκυνεῖν τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἰδίας αὐτοῦ μητρός.» Στηρίξας οὖν αὐτὸν καὶ ἐνδυναμώσας πλείοσι λόγοις ἀπῆλθεν εἰς τὸν ἴδιον αὐτοῦ τόπον. Φαίνεται οὖν πάλιν ὁ δαίμων τῷ ἐγκλείστῳ καὶ λέγει αὐτῷ· «Τί ἔνι, κακόγηρε; Οὐκ ὤμοσάς μοι, ὅτι οὐδενὶ λέγεις; Καὶ πῶς πάντα ἐξεῖπες τῷ ἐλθόντι πρός σε; Λέγω σοι, κακόγηρε, ὡς ἐπίορκος ἔχεις κριθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.» Ἀπεκρίθη αὐτῷ ὁ ἔγκλειστος λέγων· «Ὅ τι μὲν ὤμοσα, ὤμοσα· καὶ ὅ τι ἐπιώρκησα, οἶδα. Πλὴν τὸν ἐμὸν δεσπότην καὶ ποιητὴν ἐπιώρκησα· σοῦ δὲ οὐκ ἀκούω.» (Σχόλιον) Ὁρᾷς, ὅτι τὴν τῆς εἰκόνος προσκύνησιν τοῦ εἰκονιζομένου εἶπε, καὶ πόσον κακὸν τὸ ταύτῃ μὴ προσκυνεῖν, καὶ πῶς αὐτὸ τῆς πορνείας προετίμησεν ὁ δαίμων; Πολλῶν τοίνυν ἀνέκαθεν ἱερέων τε καὶ βασιλέων χριστιανοῖς θεόθεν δεδωρημένων σοφίᾳ τε καὶ θεοσεβείᾳ καὶ λόγῳ καὶ βίῳ διαπρεψάντων καὶ συνόδων πλείστων γεγενημένων ἁγίων καὶ θεοπνεύστων πατέρων, τί μηδεὶς ταῦτα δρᾶν ἐπεχείρησεν; Οὐκ ἀνεξόμεθα νέαν πίστιν διδάσκεσθαι. «Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος», προφητικῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον, «καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.» Οὐκ ἀνεξόμεθα ἄλλοτε ἄλλα φρονεῖν καὶ καιροῖς μεταβάλλεσθαι καὶ τὴν πίστιν τοῖς ἔξωθεν γέλωτα καὶ ἄθυρμα γίνεσθαι. Οὐκ ἀνεξόμεθα βασιλικῷ ὑποκύπτειν θεσπίσματι τὴν ἐκ πατέρων πειρωμένῳ ἀνατρέπειν συνήθειαν· οὐ γὰρ εὐσεβῶν βασιλέων ἀνατρέπειν ἐκκλησιαστικοὺς θεσμούς. Οὐ πατρικὰ ταῦτα·