1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

5

οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ ποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, ἑνὶ θεῷ. Οὐ προσκυνῶ τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἐπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον (ἄπαγε) ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ ὁ λόγος σὰρξ ἀτρέπτως γέγονε μείνας, ὅπερ ἦν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ' ὑπόστασιν. ∆ιὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ' ὡς ὁρατὸν δι' ἡμᾶς γενόμενον μεθέξει σαρκός τε καὶ αἵματος. Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα. Εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον; Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον. Μάθε, ὅπως ἑρμηνεύει ὁ νομοθέτης ὧδέ πως ἐν τῷ ∆ευτερονομίῳ λέγων· «Καὶ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ' ἢ φωνήν», καὶ μετ' ὀλίγα «καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰ ἑξῆς, καὶ μετὰ βραχέα «μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.» 3,6 Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ ποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιούτῳ τρόπῳ «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐτοῦ, δι' οὗ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Καὶ πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον,