1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

21

τῶν αἰώνων. 3,11 Ποῦ εὗρες ἐν τῇ παλαιᾷ ἢ ἐν τῷ εὐαγγελίῳ ὄνομα τριάδος ἢ ὁμοούσιον ἢ μίαν φύσιν θεότητος τρανῶς ἢ τρεῖς ὑποστάσεις αὐτολεξεὶ ἢ μίαν ὑπόστασιν τοῦ Χριστοῦ ἢ δύο φύσεις αὐτολεξεί; Ἀλλ' ὅμως, ἐπειδὴ ἐκ τῶν ἰσοδυναμουσῶν λέξεων τῶν ἐν τῇ γραφῇ κειμένων ὥρισαν ταῦτα οἱ ἅγιοι πατέρες, δεχόμεθα καὶ τοὺς μὴ δεχομένους ἀναθεματίζομεν. Ἐγὼ δὲ παριστῶ σοι ἐν τῇ παλαιᾷ, ὅτι προσέταξεν ὁ θεὸς ποιεῖν εἰκόνας, πρῶτον μὲν αὐτὴν τὴν σκηνὴν καὶ πάντα τὰ ὄντα ἐν αὐτῇ. Καὶ ἐν τοῖς εὐαγγελίοις αὐτὸς ὁ κύριος τοῖς πειραστικῶς ἐρωτήσασιν, εἰ ἔξεστι καίσαρι δοῦναι κῆνσον, εἶπεν· Ἀγάγετέ μοι νόμισμα. Καὶ ὑπέδειξαν αὐτῷ δηνάριον. Καὶ ἠρώτησεν αὐτούς· Τίνος εἰκόνα ἔχει; Οἱ δὲ εἶπον· Καίσαρος. Καὶ εἶπεν· «Ἀπόδοτε τὰ καίσαρος καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.» Ἐπειδὴ εἰκόνα καίσαρος ἔχει, καίσαρός ἐστι, καὶ ἀπόδοτε καίσαρι. Καὶ τὴν εἰκόνα Χριστοῦ, ἀπόδοτε Χριστῷ· Χριστοῦ γάρ ἐστιν. Ὁ κύριος μακαρίζων τοὺς μαθητὰς εἶπε· «Πολλοὶ βασιλεῖς καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοί εἰσιν οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν.» Εἶδον οὖν οἱ ἀπόστολοι σωματικῶς τὸν Χριστὸν καὶ τὰ πάθη καὶ τὰ θαύματα αὐτοῦ καὶ ἤκουσαν τῶν λόγων αὐτοῦ· ἐπιθυμοῦμεν καὶ ἡμεῖς ἰδεῖν καὶ ἀκοῦσαι καὶ μακαρισθῆναι. Εἶδον ἐκεῖνοι πρόσωπον πρὸς πρόσωπον, ἐπειδὴ παρῆν σωματικῶς· ἡμεῖς δέ, ἐπειδὴ σωματικῶς οὐ πάρεστιν, ὥσπερ διὰ βίβλων ἀκούομεν τῶν λόγων αὐτοῦ καὶ ἁγιαζόμεθα τὴν ἀκοὴν καὶ δι' αὐτῆς τὴν ψυχὴν καὶ μακαριζόμεθα καὶ προσκυνοῦμεν τιμῶντες τὰς βίβλους, δι' ὧν ἀκούομεν τῶν λόγων αὐτοῦ, οὕτως καὶ διὰ γραφῆς εἰκόνων θεωροῦμεν τὸ ἐκτύπωμα τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ καὶ τῶν θαυμάτων καὶ τῶν παθημάτων αὐτοῦ καὶ ἁγιαζόμεθα καὶ πληροφορούμεθα καὶ χαίρομεν καὶ μακαριζόμεθα καὶ σέβομεν καὶ τιμῶμεν καὶ προσκυνοῦμεν τὸν χαρακτῆρα αὐτοῦ τὸν σωματικόν. Θεωροῦντες δὲ τὸν σωματικὸν χαρακτῆρα αὐτοῦ ἐννοοῦμεν ὡς δυνατὸν καὶ τὴν δόξαν τῆς θεότητος αὐτοῦ· ἐπειδὴ γὰρ διπλοῖ ἐσμεν, ἐκ ψυχῆς καὶ σώματος κατεσκευασμένοι, καὶ οὐ γυμνὴ ἡμῶν ἐστιν ἡ ψυχή, ἀλλ' ὡς ὑπὸ παραπετάσματι καλύπτεται, ἀδύνατον ἡμᾶς ἐκτὸς τῶν σωματικῶν ἐλθεῖν ἐπὶ τὰ νοητά. Ὥσπερ οὖν διὰ λόγων αἰσθητῶν ἀκούομεν ὠσὶ σωματικοῖς καὶ νοοῦμεν τὰ πνευματικά, οὕτω καὶ διὰ σωματικῆς θεωρίας ἐρχόμεθα ἐπὶ τὴν πνευματικὴν θεωρίαν. ∆ιὰ τοῦτο σῶμα καὶ ψυχὴν ἀνέλαβεν ὁ Χριστός, ἐπειδὴ σῶμα καὶ ψυχὴν ἔχει ὁ ἄνθρωπος· διὰ τοῦτο καὶ τὸ βάπτισμα διπλοῦν, ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἡ κοινωνία καὶ ἡ προσευχὴ καὶ ἡ ψαλμῳδία, πάντα διπλᾶ, σωματικὰ καὶ πνευματικά, καὶ φῶτα καὶ θυμιάματα. Ἀλλὰ πάντα ἐάσας κατὰ μόνων τῶν εἰκόνων ὥρμησεν ὁ διάβολος· καὶ τοσοῦτος αὐτῷ φθόνος ἐστὶ κατὰ τῶν εἰκόνων, ὡς καὶ ἐν τῷ Λειμωναρίῳ τοῦ ἁγίου Σωφρονίου τοῦ πατριάρχου Ἱεροσολύμων γέγραπται οὕτως· «Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἀγωνιστής· πανὺ δὲ αὐτῷ ἐπολέμει ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· «Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ' ἐμοῦ, συνεγήρασάς μοι·» Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέγων· «Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.» Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι «μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι.» Τότε λέγει αὐτῷ ὁ δαίμων· «Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω.» Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἴδε, τίνα μιμοῦνται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα· ὁ γὰρ