1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

47

τὸν ἄνδρα μὴ εὑρεθῆναι τότε ἐν τῷ οἴκῳ αὐτοῦ· προεθυμοῦντο γὰρ διαχειρίσασθαι αὐτὸν ἄλλων ἄλλα κραζόντων. Ἡ γὰρ κακία αὐτῶν πολλὴ καὶ μεγάλη ἦν ἐνώπιον τοῦ θεοῦ σφόδρα καὶ ὁ φθόνος ἄμετρος, ὑφ' οὗ καὶ ἐνεργούμενοι εἰς τοῦτο συνεληλύθεισαν καιρὸν νομίσαντες εὑρεῖν καταστασιάσαι καὶ καθυβρίσαι τὸν ἅγιον ὡς πολλάκις ἐλέγξαντα τὴν κακοπιστίαν καὶ πλάνην τῶν ἐν αὐτοῖς ἑλληνιζόντων. Ὡς οὖν οὐκ ἠδύναντο φέρειν τὴν τοσαύτην μανίαν, ἐπέτρεψαν ἑνὶ τῶν στρατιωτῶν ἀνελθεῖν ἐν ἀναβαθμοῖς καὶ ῥῖψαι τὴν εἰκόνα. Ἀνελθὼν δὲ ἐκεῖνος καὶ ἐκτείνας τὰς χεῖρας τοῦ ποιῆσαι τὸ προσταχθὲν εὐθέως ἀπερράγη ἄνωθεν κάτω καταπεσὼν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο θόρυβος μέγας εἰς τὸν ὄχλον. Καὶ προσέθεντο ἐξαφθέντες ἄλλον ἀναγαγεῖν, καὶ ἐκτείνας κἀκεῖνος τὰς χεῖρας αὐτοῦ κατασῦραι αὐτὴν ὡσαύτως ἀπερράγη ἐπὶ τὴν γῆν. Καὶ τούτου γενομένου φοβηθέντες πάντες ἤρξαντο τὴν σφραγῖδα τοῦ σταυροῦ περιάπτειν ἑαυτοῖς. Ἐπὶ πλέον δὲ μεμηνότες οἱ ἄπιστοι ἐκεῖνοι προσέθεντο καὶ τρίτον ἀνενέγκαι ἐπὶ τούτῳ, καὶ ὡς ἐξέτεινε καὶ αὐτὸς τὰς χεῖρας τοῦ ῥῖψαι τὴν εἰκόνα, ὁμοίως καὶ αὐτὸς κατερράγη ἐπὶ τὴν γῆν. Τότε φόβος μέγας ἐπῆλθεν ἐπὶ πάντας τοὺς περιεστῶτας πιστούς, οἳ καὶ ἐκπληττόμενοι ἐπὶ τῇ πωρώσει καὶ τόλμῃ τῶν ἀπίστων καὶ ἀνοσίων ἐκείνων ἀνδρῶν προσκυνοῦντες μετὰ προσευχῆς τῇ εἰκόνι ἀνεχώρουν. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ «Ἐπιγνῶναι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις»· Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοί, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ θεοῦ σοφίας· δι' ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβᾶλαι, διὰ τούτων αὐτὴν ὁ θεὸς ἀνέστησε καὶ ἀνώρθωσεν. Ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις καὶ τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανίσῃ τὸ ἔδαφος. Τοῦ αὐτοῦ· Ἐπειδὴ δὲ συνέβη τὰ τολμηθέντα καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες τοὺς ἀνδριάντας καθεῖλον καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον καὶ νῦν ὑπὲρ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες βασιλέα, οὐκέτι λοιπὸν ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ' ἕτερα ἀντ' ἐκείνων πάντων ἀκούω λεγόντων· «Λαβέτω τὴν οὐσίαν ὁ βασιλεύς, ἀποστησόμεθα τῶν ἀγορῶν καὶ τῶν οἰκιῶν ἀγαπητῶς· μόνον τὸ σῶμά τις ἡμῖν γυμνὸν ὑπόσχηται διασῴζειν.» Ὥσπερ οὖν ἐνταῦθα, πρὶν ἢ τὸν ὑπὸ τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακεν ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα, ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν <...> Τοῦ αὐτοῦ· Οὐκ οἶδας, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστῶν σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτι τοὺς ἀνδριάντας καθεῖλον παρ' ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, ἀλλ', ὅσοι παρόντες ἁπλῶς τοῖς γινομένοις ἐφάνησαν, εἰς δικαστήριον ἁρπασθέντες καὶ συνανασχεθέντες ἐκείνοις τὴν ἐσχάτην ἔδωκαν δίκην. Θεοδωρήτου, ἐπισκόπου Κύρρου, ἐκ τῆς Φιλοθέου ἱστορίας περὶ Μακεδονίου Ἀσιανίτου· Ἄλλοτε δὲ τῆς πόλεως ἀπό τινος πονηροῦ δαίμονος βακχευθείσης, ὡς δῆθεν νόσον ἀποδιῶξαι τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν ἐχρήσαντο στηλῶν ἀνοήτως <...> Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου ἀναγνώστου Κωνσταντινουπόλεως περί τινος αἱρετικοῦ Παλλαδίου· Ὁ δὲ τῆς Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος πρὸς χάριν βασιλέως διαπραττόμενος τοὺς τοῖς ἐν Χαλκηδόνι ἁγίοις δόγμασιν ἑπομένους ἐμυσάττετο καὶ τὰς τῶν ἁγίων πατέρων εἰκόνας καθεῖλεν. Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, τοῦ τρίτου βιβλίου, κεφαλαίου τετάρτου· Τὰ μὲν οὖν αὐτῷ καταθύμια συνετελεῖτο, τὰ δὲ τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησίας ἐκταράττοντα καὶ τὰ Θηβαίων τε καὶ Αἰγυπτίων σχίσματα ἐποίουν καὶ ἄλλα κακὰ οὐ σμικρά, αὐτῶν ἐκείνων