1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

31

διὰ τῶν δούλων, ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας, ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. (Σχόλιον) Ὅρα, ὡς θεοῦ μὲν δόξαν, τῶν δὲ ἁγίων ἐγκώμιον, τῶν δὲ λαῶν εὐφροσύνην καὶ σωτηρίαν ἡ μνήμη τῶν ἁγίων συνίστησι. Τί οὖν ταύτην ἀφαιρεῖς; Ὅτι δὲ διὰ λόγου καὶ εἰκόνων ἡ μνήμη γίνεται, φησὶν ὁ αὐτὸς θεῖος Βασίλειος. Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ εἰς Γόρδιον τὸν μάρτυρα· Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρόν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε· ἀμυδρὰ γάρ τις μνήμη εἰς ἡμᾶς διεδόθη τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασῴ ζουσα. Καί πως δοκεῖ τὸ καθ' ἡμᾶς τῷ τῶν ζωγράφων προσεοικέναι· καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον ὡς εἰκὸς τῶν ἀρχετύπων ἀπολιμπάνονται, καὶ ἡμᾶς αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι. Καὶ ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου· Ὡς γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες ἀεὶ θαυμάζομεν, οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν. (Σχόλιον) ∆ῆλον, ὡς ἀεὶ καθορῶντες διά τε λόγου καὶ εἰκονίσματος. Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τοὺς ὑπερτίμους τεσσαράκοντα μάρτυρας ταῦτά φησιν· Μαρτύρων δὲ μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; ∆ιότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας. Καὶ πάλιν· Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρός, χωρὶς μαστίγων τῶν αὐτῶν ἐκείνοις ἐπαίνων ἠξιωμένος. (Σχόλιον) Πῶς οὖν με ἀπείργεις τῆς τῶν ἁγίων τιμῆς καὶ φθονεῖς μοι τῆς σωτηρίας; Ὅτι δὲ συνεζευγμένην οἶδε τῷ λόγῳ τὴν διὰ τῶν χρωμάτων μορφήν, ἄκουε αὐτοῦ μετ' ὀλίγα φάσκοντος· Βασιλείου· ∆εῦρο δὴ οὖν εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν ὥσπερ ἐν γραφῇ τὰς τῶν ἀνδρῶν ἀριστείας. (Σχόλιον) Ὁρᾷς, ὡς ἓν εἰκόνος καὶ λόγου τὸ ἔργον; «Ὡς ἐν γραφῇ» γάρ, ἔφη, «προδείξωμεν τῷ λόγῳ.» Καὶ πάλιν ἐχόμενα τοῦ λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν εἰς ἀνδρείαν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. (Σχόλιον) Τί τούτων τηλαυγέστερον πρὸς ἀπόδειξιν, ὅτι βίβλοι τοῖς ἀγραμμάτοις εἰσὶν αἱ εἰκόνες καὶ τῆς τῶν ἁγίων τιμῆς ἀσίγητοι κήρυκες ἐν ἀήχῳ φωνῇ τοὺς ὁρῶντας διδάσκουσαι καὶ τὴν ὅρασιν ἁγιάζουσαι; Οὐκ εὐπορῶ βίβλων, οὐ σχολὴν ἄγω πρὸς τὴν ἀνάγνωσιν, εἴσειμι εἰς τὸ κοινὸν τῶν ψυχῶν ἰατρεῖον, τὴν ἐκκλησίαν ὥσπερ ἀκάνθαις τοῖς λογισμοῖς συμπνιγόμενος· ἕλκει με πρὸς θέαν τῆς γραφῆς τὸ ἄνθος καὶ ὡς λειμὼν τέρπει τὴν ὅρασιν καὶ λεληθότως ἐναφίησι τῇ ψυχῇ δόξαν θεοῦ. Τεθέαμαι τὴν καρτερίαν τοῦ μάρτυρος, τῶν στεφάνων τὴν ἀνταπόδοσιν καὶ ὡς πυρὶ πρὸς ζῆλον ἐξάπτομαι τῇ προθυμίᾳ καὶ πίπτων προσκυνῶ τῷ θεῷ διὰ τοῦ μάρτυρος καὶ λαμβάνω τὴν σωτηρίαν. Οὐκ ἀκήκοας τοῦ αὐτοῦ θεοφόρου πατρὸς λέγοντος ἐν τῷ εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν λόγῳ, ὅτι «γινῶσκον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι δυσάγωγον πρὸς ἀρετὴν καὶ ῥᾴθυμον τὸ γένος τῶν ἀνθρώπων, τὸ μέλος ταῖς ψαλμῳδίαις ἐγκατέμιξε»; Τί φής; Οὐ γράψω καὶ λόγῳ καὶ χρώμασι τὸ τῶν μαρτύρων μαρτύριον καὶ ὀφθαλμοῖς καὶ χείλεσι περιπτύξομαι «τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν δὲ τῷ διαβόλῳ καὶ φοβερὸν δαίμοσιν», ὡς αὐτὸς ὁ φωστὴρ τῆς ἐκκλησίας ἔφησεν; Οἷα δέ φησι πρὸς τῷ τέλει τοῦ λόγου, ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας· Ὦ χορὸς ἅγιος, ὦ σύστημα ἱερόν, ὦ συνασπισμὸς ἀρραγής, ὦ