1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

35

βραχὺ ἀφανῆ τὸν μάρτυρα, μετ' οὐ πολὺ δὲ τὸ δόρυ ᾑμαγμένον κατέχοντα. Ἐν τῷ βίῳ Ἰωάννου τοῦ Χρυσοστόμου οὕτως αὐτολεξεὶ γέγραπται· Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν. Καὶ μετ' ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι, ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι· ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν. Καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτω προσεῖχεν αὐτῷ μακαρίζων αὐτόν, καὶ ὅλον αὑτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχε φανταζόμενος καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν. Καὶ μεθ' ἕτερα· Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, εἶπε δακτυλοδεικτῶν τὴν εἰκόνα· Συγχώρησόν μοι, πάτερ. Ὃν εἶδον λαλοῦντά σοι, ὅμοιός ἐστι τούτῳ· ὡς δὲ ὑπολαμβάνω, ὅτι καὶ αὐτός ἐστιν. Ἐν τῷ τῆς ὁσίας Εὐπραξίας βίῳ τὸν δεσποτικὸν δεδεῖχθαι αὐτῇ χαρακτῆρα ἀναγέγραπται ὑπὸ τῆς προεστηκυίας τῆς ποίμνης. Ἐν τῷ τῆς ὁσίας Μαρίας βίῳ τῆς Αἰγυπτίας γέγραπται τῇ εἰκόνι τῆς δεσποίνης αὐτὴν εὔξασθαι καὶ ταύτην πρὸς ἐγγύην ἐξαιτήσασθαι καὶ οὕτω τυχεῖν τῆς εἰς τὸν ναὸν εἰσόδου. 2,60 Ἐκ τοῦ λόγου τοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη. Εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν ∆αυὶδ ἀληθεύοντα· «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς παραβολῆς τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις; Οὐκ οἶδας, ὅτι, ἐὰν εἰκόνα βασιλέως ὑβρίσῃς, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρεις τὴν ὕβριν; Οὐκ οἶδας, ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου καὶ ἀνδριάντος χαλκοῦ κατασύρῃ, οὐχ ὡς εἰς ἄψυχον ὕλην τολμήσας κρίνεται, ἀλλ' ὡς κατὰ βασιλέως κεχ[ρημένος τῇ ὕβρει;] Εἰκόνα δὲ ὅλως βασιλέως φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει. Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς Μελέτιον, ἐπίσκοπον Ἀντιοχείας καὶ μάρτυρα, λόγου καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων, οὗ ἡ ἀρχή· Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμούς, καὶ μετὰ βραχέα· Καὶ ἦν εὐσεβείας διδασκαλία τὸ γινόμενον· συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ ψυχῆς παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα, καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδῳ καὶ ἐν ἀγορᾷ καὶ ἐν ἀγροῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι. Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην ἐχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν τὴν παραμυθίαν. Τοῦ αὐτοῦ εἰς τὴν προδοσίαν τοῦ Ἰούδα καὶ εἰς τὸ πάσχα καὶ εἰς παράδοσιν τῶν μυστηρίων καὶ περὶ τοῦ μὴ μνησικακεῖν· Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιέχουσι καὶ σκιογραφοῦσι καὶ τὴν ἀλήθειαν τῶν χρωμάτων ἐπιτιθέασιν, οὕτως καὶ ὁ Χριστὸς ἐποίησεν. Τοῦ ἁγίου Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, ἐκ τῆς πρὸς πᾶσαν τὴν Ἰταλίαν ἐπιστολῆς· Τῇ νυκτὶ δὲ τῇ τρίτῃ ἐκ νηστείας μοι ἤδη καταπεπονημένου τοῦ σώματος οὐ καθεύδοντι, ἀλλ' ἐν ἐκστάσει ὄντι μετά τινος προσώπου μοι κατεφάνησαν, ὃ προσεῴκει τῷ μακαρίῳ Παύλῳ τῷ ἀποστόλῳ, αὐτῆς τῆς ἐν εἰκόσι γραφῆς τὸν αὐτοῦ χαρακτῆρα διδασκούσης σαφῶς. Μαξίμου τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ ἐκ τῶν περὶ