1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

28

καθ' ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ διπλοῦν ὠνήσατο σπήλαιον. Καὶ ἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν ἡ προσκύνησις σύμβολον ὑποπτώσεώς τε καὶ ταπεινώσεως, ἀλλ' οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲ ὀφειλὴν ἀπονέμειν διὰ τὸν κύριον. Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέργεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται. ∆ιό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς ἐκκλησίας μὴ μεταίροντες ὅρια, ἃ ἔθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται. Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς. ∆έξασθε αὐτὴν δι' ἐμοῦ πρεσβεύουσαν. Μάθετε, τί φησι περὶ αὐτῆς ὁ θεός· «Ὅλη εἶ καλή, ἡ πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος.» Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ ὡς φύσει προσκυνητῷ θεῷ. Προσκυνήσωμεν καὶ τῇ ἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ' ὡς μητρὶ θεοῦ κατὰ σάρκα. Ἔτι προσκυνήσωμεν καὶ τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν. Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς ὑπ' αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ τὸ θεῖον τοῦ ἀποστόλου λόγιον· «Ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθε», καὶ «ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον», καὶ «ἀπόδοτε τὰ καίσαρος καίσαρι», ὥς φησιν ὁ κύριος, «καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατασταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς («καταστήσεις γὰρ αὐτούς», φησὶν ὁ ∆αυίδ, «ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν»), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λαβοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρτον καὶ ἀκατάλυτον, ὧν ἡ σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα· σκιογραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον. Ἀδελφοί, ὁ χριστιανὸς πίστις ἐστίν· ὁ οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά, «ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ», ὃς οὐ μὴ λήψεται οὐδέν· πάντες γὰρ οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ θεῷ. ∆εξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς· ὁ θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι' αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», καθώς φησιν ὁ θεῖος Βασίλειος. Ὑμᾶς δέ, ὦ ἱερώτατον τοῦ Χριστοῦ ποίμνιον, ὁ χριστώνυμος λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦ ἀναστάσεως καὶ καταξιώσαι ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκάλων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δόξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷ ἀνάρχῳ πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰπόντες περὶ τῆς διαφορᾶς τῶν εἰδώλων καὶ τῶν εἰκόνων καὶ διδάξαντες τὸν ὅρον τῶν εἰκόνων ὥρα δὴ ἐπενεγκεῖν καὶ τὰς χρήσεις, καθάπερ ὑπεσχόμεθα. Τοῦ ἁγίου ∆ιονυσίου,